[ ] Lesbos — Eresos — 2nd c. BC
See also:
1 Πίνδασο̣ς Ἀ̣νία̣ιος? εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλ-
λευσε καὶ οἰ ἄρχοντες προτίθεισι, περὶ ὦν Βάκχι-
ος Ἐρμοδίκω, Ἀγη̣σ̣ίλαος Καλλίππω, Κάλλιππος
Τιμασικρέο[ν]τος ἔπηλθον, ὄπως κε ὘περοχίδας
5 Σαυλάω ἀγοράνομος γενόμενος καὶ ἐπιμελήθεις
τῶν κατὰ τὰν ἀγόρ̣α̣ν ὄρ[θ]ως καὶ δικαίως καὶ συμ-
φερόντως τοῖς πολίταισι καὶ σῖτον παραπέρναις δ[ι]-
ὰ πάντος λυσιτελέ%⁸⁰%⁸⁰ως τοῖς πολίταισι καὶ ἔλαι-
ον παραπέρναι[ς] διὰ πάντος συμφερόντως τοῖς [πο]-
10 λίταισι, κα[τασσκ]εάσσαις δὲ καὶ ἀτέληαν τᾶς τε μα-
γειρηίας [καὶ τᾶ]ς ἀρτ[οπω]λίας τιμαθείη καὶ στεφα-
νωθ̣είη ἀξίως ὦ[ν] εὐεργέτηκε̣, αἴ κε τῶ δάμω δόξη̣·
ἀγάθα τύχα δέδοχθαι τῶ δάμω· ἐπαίνησαι μὲν ὘-
περοχίδαν Σαυλάω ἀγορανομήσαντα ὄρθως κα[ὶ]
15 δ̣ικαίως καὶ συμφερόντως τοῖς πολίταισι καὶ χορα-
γ̣ήσαντα ἐκ̣κ τῶν ἰδίων καὶ πλέονα καὶ σῖτον καὶ ἔ-
λ̣αιον πα̣[ρ]απέρναντα διὰ πάντος, κατασσκεάσ-
σαντα δ̣ὲ̣ καὶ ἀτέλη̣αν τᾶς τε μαγειρηίας κα[ὶ]
τᾶς ἀρτ̣ο̣π̣ωλίας καὶ στεφ̣άνωσαι αὖτον, καθότ[ι]
20 ὀ̣ δᾶμος ἐχειροτόνησε̣, σ̣τεφάνω χρυσίω καὶ ε̣[ἴ]-
κ̣ονι χαλκία· τὸν δὲ στέφανον τοῦτον ἀνα[καρύ]-
[σσ]ε̣σσθαι ἐν̣ τοῖς Διονυσίοισι τῶ ἄγωνι [τῶν]
[τραγώιδων καὶ] ἐ̣ν τοῖς Πτολεμαέο̣[ισι κτλ.].
Search Help
Contact Us