[ ]
Delos — ca. 230-220 — Syll(3) 493a
| in corona laurea (1-4): | |
| 1 | ὁ δῆμος |
| ὁ Ἱστιαέων | |
| Ἀθηνόδωρον | |
| Πεισαγόρου. | |
| 5 | οἱ ἄρχοντες εἶπαν προβουλεῦσαι τὴν βουλὴν εἰς |
| τὸν δῆμον· ἐπειδὴ Ἀθηνόδωρος Πεισαγόρου Ῥόδιος | |
| εὔνους ὢν διατελεῖ τῶι δήμωι καὶ χρείας παρέχεται | |
| ἰδίαι τε τῶν πολιτῶν ἀεὶ τῶι δεομένωι καὶ κοινῆι τῆι πό- | |
| λει, καὶ τοῖς ἀποσταλεῖσι σιτώναις [ὑ]πὸ τῆς πόλεως | |
| 10 | εἰς Δῆλον συνεπραγματεύθη πάντα προθύμως καὶ ἀρ- |
| γύριον ἄτοκον προεισήνεικεν, καὶ [π]αραίτιος ἐγένετο τοῦ | |
| τὴν ταχίστην σιτωνήσαντας ἀπολυθῆναι, ἐπὶ πρόσθε | |
| ποιούμενος τὸ πρὸς τὴμ πόλιν εὐχάριστον τοῦ ἰδίου λυ- | |
| σιτελοῦς· ὅπως οὖν εἰδῶσι πάντες ὅτι ὁ δῆμος ὁ τῶν Ἱσ- | |
| 15 | τιαιέων ἐπίσταται τιμᾶν τοὺς εὐεργετοῦντας αὑτόν, |
| καὶ πλείους ἀγωνισταὶ γίνωνται ὑπὲρ τῶν συμφερόντων | |
| τῆι πόλει ὁρῶντες τοὺς ἀξίους τιμ[ω]μένους· ἀγαθῆι τύ- | |
| χηι· δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι Ἀθηνόδωρον Πεισαγόρου | |
| Ῥόδιον ἐπὶ τῆι πρὸς τὴν πόλιν [ε]ὐ[ν]οίαι καὶ στεφανῶσαι θαλ- | |
| 20 | λοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν |
| δῆμον τὸν Ἱστιαιέων· ἀναγορεῦσαι δὲ τὸν στέφανον ἐν | |
| τῆι πομπῆι τῶν Ἀντιγονείων, ἐπιμεληθῆναι δὲ τῆς ἀναγο- | |
| ρεύσεως τὸν ἀγωνοθέτην· δοῦναι δὲ καὶ πολιτείαν αὐτῶι | |
| καὶ ἐκγόνοις κατὰ τὸν νόμον καὶ πρόσοδον πρὸς τὴμ βουλὴν | |
| 25 | [κ]αὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ τὸ ψήφισμα |
| [ε]ἰς στήλην λιθίνην καὶ ἀναθεῖναι παρά τε ἡμῖν εἰς τὸ ἱερὸν | |
| [τ]οῦ Διονύσου καὶ ἐν Δήλωι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ[λ]ωνος, | |
| τόπον αἰτησαμένους τὸ κοινὸν Δηλίων· τὸ δὲ ἀνάλω- | |
| [μ]α τὸ γενόμενον εἰς τὴν ἀναγραφὴν [δ]οῦν[α]ι τὸν τα- | |
| 30 | μίαν τὸν προστατεύοντα. |