[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· Τηλέμνηστος Ἀριστείδου
εἶπεν· ἐπειδὴ Εὔδημος Φιλοκλέ-
ους Τύριος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε-
5 ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων κα[ὶ]
χρείας παρεχόμενος καὶ κοινεῖ τεῖ πό-
λει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν [αὐ]-
τῶι Δηλίων· περὶ δὴ τούτ[ω]ν δεδό-
χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι
10 Εὔδημον Φιλοκλέου Τύριον πρό-
ξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ
εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας
ἔνκτησιν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσ[ιν]
15 οἷς Δήλιοι τιθέασι καὶ πρόσοδον πρὸς
τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις
μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς
καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ
20          καὶ Δηλίων.
Search Help
Contact Us