[ ] Delos — end 3rd/beg. 2nd. c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Τηλέμνηστος Ἀριστείδου εἶπεν·
ἐπειδὴ Ἡρακλείδης Ξείνα Βυζάν-
τιος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε-
5 ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν
Δηλίων καὶ χρείας παρέχεται καὶ κο[ι]-
νεῖ τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχ[ά]-
νουσιν αὐτῶι τῶν πολιτῶν εἰς ἃ
ἄν τις αὐτὸν παρακαλεῖ· περὶ δὴ
10 τούτων δεδόχθαι τῆι βουλῆι καὶ
τ̣ῶι δήμωι· εἶναι Ἡρακλείδην Ξεί-
[ν]α̣ Βυζάντιον πρόξενον καὶ
[εὐεργέτην τοῦ τ]ε ἱεροῦ καὶ τοῦ
[δήμου τοῦ Δηλίων — — — — —].
Search Help
Contact Us