[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- |
| μωι· Τηλέμνηστος Ἀριστείδου | |
| εἶπεν· ἐπειδὴ Εὔδημος Φιλοκλέ- | |
| ους Τύριος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε- | |
| 5 | ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων κα[ὶ] |
| χρείας παρεχόμενος καὶ κοινεῖ τεῖ πό- | |
| λει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν [αὐ]- | |
| τῶι Δηλίων· περὶ δὴ τούτ[ω]ν δεδό- | |
| χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι | |
| 10 | Εὔδημον Φιλοκλέου Τύριον πρό- |
| ξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ | |
| καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ | |
| εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας | |
| ἔνκτησιν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσ[ιν] | |
| 15 | οἷς Δήλιοι τιθέασι καὶ πρόσοδον πρὸς |
| τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
| μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
| καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ- | |
| ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ | |
| 20 | καὶ Δηλίων. |