[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- |
μωι· Τηλέμνηστος Ἀριστείδου | |
εἶπεν· ἐπειδὴ Εὔδημος Φιλοκλέ- | |
ους Τύριος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε- | |
5 | ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων κα[ὶ] |
χρείας παρεχόμενος καὶ κοινεῖ τεῖ πό- | |
λει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν [αὐ]- | |
τῶι Δηλίων· περὶ δὴ τούτ[ω]ν δεδό- | |
χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι | |
10 | Εὔδημον Φιλοκλέου Τύριον πρό- |
ξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ | |
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ | |
εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας | |
ἔνκτησιν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσ[ιν] | |
15 | οἷς Δήλιοι τιθέασι καὶ πρόσοδον πρὸς |
τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ- | |
ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ | |
20 | καὶ Δηλίων. |