[ ]
Delos — beg. 2nd c. BC
1 | [— — — — — — — καὶ κοινεῖ τῆι πό]- |
λει [καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ]- | |
τῶι τ[ῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα]- | |
ρακα[λεῖ· περὶ δὴ τού]των δ[εδόχθαι] | |
5 | τῆι βου[λῆι καὶ τῶι δή]μωι· ἐπαινέ[σαι] |
Μαντινέα Σ[ατύρ]ου Τήνιον ἐπὶ τε[ῖ] | |
αἱρέσει εἷ ἔχων [διατ]ελεῖ περί τε τὸ ἱε- | |
ρὸν καὶ τὸν δῆμο[ν τὸ]ν Δηλίων· καὶ εἶν[αι] | |
αὐτὸν πρόξενον [κ]α[ὶ] εὐεργέτην τοῦ τ[ε] | |
10 | ἱεροῦ καὶ Δηλίων κα[ὶ] αὐτὸν καὶ ἐκγόνου[ς]· |
εἶναι δὲ αὐτοῖς γῆς κ[α]ὶ οἰκίας ἔγκτησι[ν] | |
καὶ πρόσοδον πρὸς τὴ[ν] βουλὴν καὶ τὸν [δῆ]- | |
μον πρώτοις μετὰ τὰ [ἱ]ερά· ὑπάρχειν [δὲ] | |
αὐτοῖς καὶ τὰ ἄλλα π[ά]ντα ὅσα δέδοτ[αι] | |
15 | καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- |
ταις τοῦ τε ἱερ[οῦ] καὶ Δηλίων· ἀναγρά- | |
ψαι δὲ τόδε τὸ ψ[ήφ]ισμα τὴμ μὲν βουλὴν | |
εἰς τὸ βουλευ[τή]ριον, τοὺς δὲ ἱεροποιοὺς | |
εἰς τὸ ἱερὸν ε[ἰς σ]τήλην λιθίνην· Παντέ- | |
20 | λης Παντέ[λου ἐ]πεψήφισεν. |