[ ]
Delos — beg. 2nd c. BC
| 1 | [— — — — — — — καὶ κοινεῖ τῆι πό]- |
| λει [καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ]- | |
| τῶι τ[ῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα]- | |
| ρακα[λεῖ· περὶ δὴ τού]των δ[εδόχθαι] | |
| 5 | τῆι βου[λῆι καὶ τῶι δή]μωι· ἐπαινέ[σαι] |
| Μαντινέα Σ[ατύρ]ου Τήνιον ἐπὶ τε[ῖ] | |
| αἱρέσει εἷ ἔχων [διατ]ελεῖ περί τε τὸ ἱε- | |
| ρὸν καὶ τὸν δῆμο[ν τὸ]ν Δηλίων· καὶ εἶν[αι] | |
| αὐτὸν πρόξενον [κ]α[ὶ] εὐεργέτην τοῦ τ[ε] | |
| 10 | ἱεροῦ καὶ Δηλίων κα[ὶ] αὐτὸν καὶ ἐκγόνου[ς]· |
| εἶναι δὲ αὐτοῖς γῆς κ[α]ὶ οἰκίας ἔγκτησι[ν] | |
| καὶ πρόσοδον πρὸς τὴ[ν] βουλὴν καὶ τὸν [δῆ]- | |
| μον πρώτοις μετὰ τὰ [ἱ]ερά· ὑπάρχειν [δὲ] | |
| αὐτοῖς καὶ τὰ ἄλλα π[ά]ντα ὅσα δέδοτ[αι] | |
| 15 | καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- |
| ταις τοῦ τε ἱερ[οῦ] καὶ Δηλίων· ἀναγρά- | |
| ψαι δὲ τόδε τὸ ψ[ήφ]ισμα τὴμ μὲν βουλὴν | |
| εἰς τὸ βουλευ[τή]ριον, τοὺς δὲ ἱεροποιοὺς | |
| εἰς τὸ ἱερὸν ε[ἰς σ]τήλην λιθίνην· Παντέ- | |
| 20 | λης Παντέ[λου ἐ]πεψήφισεν. |