[ ]
Delos — beg. 2nd c. BC
| corona laurea | |
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ- |
| μνηστος Ἀριστείδου εἶπεν· στεφανῶ- | |
| σαι Μαντινέα Σατύρου Τήνιον τὸν | |
| πρόξενον δάφνης στεφάνωι τῶι ἱε- | |
| 5 | ρῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα |
| ἐν τῶι θεάτρωι τοῖς Ἀπολλωνίοις, ὅτα[ν] | |
| οἱ χοροὶ τῶν παίδων ἀγωνίζωνται, τό- | |
| δε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη- | |
| λίων Μαντινέα Σατύρου Τήνιον δά- | |
| 10 | φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνεκεν |
| καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοί- | |
| ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
| Ἵππων Ἀντιφάνου ἐπεψήφισεν. |