[ ]
Delos — ca. 260 BC
| 1 | — — — — — — —νη καὶ πρὸς |
| πόλεις κα[λῶς κ]αὶ ἐπιφανῶς ἐν τῆ[ι] | |
| ποιήσει κεκόσμηκεν καὶ τὸ ἱερὸν καὶ | |
| Δηλίους· δεδόχθαι τῶι δήμωι· ἐπαι- | |
| 5 | νέσαι Ἄμφικλον Καλλιστράτου |
| [Χ]ῖον <καὶ> στεφανῶσαι αὐτὸν δάφνης | |
| στεφάνωι ἐν τῶι ἀγῶνι <τῶι> μουσικῶι τοῖς | |
| Ἀπολλωνίοις καὶ ἀναγορεῦσαι τὸν ἱε- | |
| ροκήρυκα διότι στεφανοῖ ὁ δῆμος | |
| 10 | ὁ Δηλίων Ἄμφικλον Καλλιστρά- |
| του Χῖον εὐσεβείας ἕνεκεν τῆς | |
| εἰς τὸ ἱερὸν καὶ εὐνοίας ἧς ἔχων | |
| διατελεῖ Δηλίοις· εἶναι δὲ αὐ- | |
| τὸν καὶ πρόξενον Δηλίων καὶ εὐερ- | |
| 15 | γέτην καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκ- |
| γόνοις προεδρίαν ἐν τοῖς ἀγῶ- | |
| σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· | |
| ὑπάρχειν δὲ αὐτῶι καὶ γῆς καὶ οἰ- | |
| 20 | κίας ἔγκτησιν καὶ τὰ ἄλλα πάντα |
| ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις | |
| καὶ εὐεργέταις ὑπάρχει τοῦ ἱεροῦ | |
| καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ | |
| ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ βου- | |
| 25 | λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς |
| τὸ ἱ[ερ]όν. |