[ ]
Delos — ca. 300-250 BC
| 1 | [ἔδοξεν] τῆι βουλῆι καὶ τ[ῶι δήμωι]· |
| [Πολύ]ξ̣ενος Παρμενίωνος εἶπε[ν]· | |
| [ἐπειδ]ὴ Διοσκουρίδης Κλεομένους | |
| [ἀνὴ]ρ ἀγαθὸς ὢν διατελεῖ περί τε | |
| 5 | [τὸ ἱ]ερὸν καὶ Δηλίους· δεδόχθαι τῶι |
| [δ]ήμωι· ἐπαινέσαι Διοσκουρίδην | |
| Λαμψακηνὸν καὶ εἶναι αὐτὸν | |
| πρόξενον καὶ εὐεργέτην τοῦ | |
| ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
| 10 | ἐκγόνους· δεδόσθαι δὲ αὐτοῖς καὶ |
| ἀτέλειαν καὶ προεδρίαν καὶ γῆς | |
| καὶ οἰκίας ἔγκτησιν καὶ πρόσοδον | |
| πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον | |
| πρώτοις μετὰ τὰ ἱερά· | |
| 15 | ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα |
| τὴμ μὲν βουλὴν εἰς τὸ βουλευτή- | |
| ριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ | |
| ἱερόν. | |
| Διοσκουρίδου | |
| 20 | Λαμψακηνοῦ. |