[ ]
Delos — ca. 260 BC
1 | — — — — — — —νη καὶ πρὸς |
πόλεις κα[λῶς κ]αὶ ἐπιφανῶς ἐν τῆ[ι] | |
ποιήσει κεκόσμηκεν καὶ τὸ ἱερὸν καὶ | |
Δηλίους· δεδόχθαι τῶι δήμωι· ἐπαι- | |
5 | νέσαι Ἄμφικλον Καλλιστράτου |
[Χ]ῖον <καὶ> στεφανῶσαι αὐτὸν δάφνης | |
στεφάνωι ἐν τῶι ἀγῶνι <τῶι> μουσικῶι τοῖς | |
Ἀπολλωνίοις καὶ ἀναγορεῦσαι τὸν ἱε- | |
ροκήρυκα διότι στεφανοῖ ὁ δῆμος | |
10 | ὁ Δηλίων Ἄμφικλον Καλλιστρά- |
του Χῖον εὐσεβείας ἕνεκεν τῆς | |
εἰς τὸ ἱερὸν καὶ εὐνοίας ἧς ἔχων | |
διατελεῖ Δηλίοις· εἶναι δὲ αὐ- | |
τὸν καὶ πρόξενον Δηλίων καὶ εὐερ- | |
15 | γέτην καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκ- |
γόνοις προεδρίαν ἐν τοῖς ἀγῶ- | |
σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· | |
ὑπάρχειν δὲ αὐτῶι καὶ γῆς καὶ οἰ- | |
20 | κίας ἔγκτησιν καὶ τὰ ἄλλα πάντα |
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις | |
καὶ εὐεργέταις ὑπάρχει τοῦ ἱεροῦ | |
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ | |
ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ βου- | |
25 | λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς |
τὸ ἱ[ερ]όν. |