[ ] Delos — mid-3rd c. BC
1 θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι· Λεωφῶν Ἀπημάντου εἶ-
πεν· ἐπειδὴ Εὐάκης Τεισάνδρου
5 Βυζάντιος ἀνὴρ ἀγαθός ἐστιν
περὶ τὸ ἱερὸν τὸ Δηλίων καὶ
τὴν πόλιν· δεδόχθαι τῶι δή-
μωι· Εὐάκη Τεισάνδρου Βυ-
ζάντιον πρόξενον εἶναι καὶ
10 εὐεργέτην Δηλίων καὶ αὐτὸν
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
ἀτέλειαν πάντων καὶ προεδρί-
αν καὶ γῆς ἔγκτησιν καὶ οἰκίας
καὶ πρόσοδον πρὸς τὴν βουλὴν
15 καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ
ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ
ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις τῆς
πόλεως· ἀναγράψαι δὲ τόδε τὸ
20 ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ
βουλευτήριον, τοὺς δὲ ἱεροποι-
οὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us