[ ] Delos — ca. 300-250 BC
1 [ἔδοξεν] τῆι βουλῆι καὶ τ[ῶι δήμωι]·
[Πολύ]ξ̣ενος Παρμενίωνος εἶπε[ν]·
[ἐπειδ]ὴ Διοσκουρίδης Κλεομένους
[ἀνὴ]ρ ἀγαθὸς ὢν διατελεῖ περί τε
5 [τὸ ἱ]ερὸν καὶ Δηλίους· δεδόχθαι τῶι
[δ]ήμωι· ἐπαινέσαι Διοσκουρίδην
Λαμψακηνὸν καὶ εἶναι αὐτὸν
πρόξενον καὶ εὐεργέτην τοῦ
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ
10 ἐκγόνους· δεδόσθαι δὲ αὐτοῖς καὶ
ἀτέλειαν καὶ προεδρίαν καὶ γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ πρόσοδον
πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ τὰ ἱερά·
15 ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
τὴμ μὲν βουλὴν εἰς τὸ βουλευτή-
ριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ
ἱερόν.
         Διοσκουρίδου
20          Λαμψακηνοῦ.
Search Help
Contact Us