[ ]
Delos — mid-3rd c. BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- | |
μωι· Λεωφῶν Ἀπημάντου εἶ- | |
πεν· ἐπειδὴ Εὐάκης Τεισάνδρου | |
5 | Βυζάντιος ἀνὴρ ἀγαθός ἐστιν |
περὶ τὸ ἱερὸν τὸ Δηλίων καὶ | |
τὴν πόλιν· δεδόχθαι τῶι δή- | |
μωι· Εὐάκη Τεισάνδρου Βυ- | |
ζάντιον πρόξενον εἶναι καὶ | |
10 | εὐεργέτην Δηλίων καὶ αὐτὸν |
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
ἀτέλειαν πάντων καὶ προεδρί- | |
αν καὶ γῆς ἔγκτησιν καὶ οἰκίας | |
καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
15 | καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ |
ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ | |
ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις τῆς | |
πόλεως· ἀναγράψαι δὲ τόδε τὸ | |
20 | ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ |
βουλευτήριον, τοὺς δὲ ἱεροποι- | |
οὺς εἰς τὸ ἱερόν. |