[ ]
Delos — ca. 300-250 BC
1 | θεοί. |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμω[ι]· | |
Ἀριστόλοχος Νικοδρόμου εἶπ[εν]· | |
ἐπειδὴ Δημοτέλης Αἰσχύ[λου] | |
5 | Ἄνδριος ποιητὴς ὢν πεπραγ[μά]- |
τευται περί τε τὸ ἱερὸν καὶ τ[ὴν] | |
[π]όλιν τὴν Δηλίων καὶ τοὺς μύθου[ς] | |
τοὺς ἐ[π]ιχωρίους γέγραφεν· | |
δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι | |
10 | Δημοτέλην Αἰσχύλου Ἄνδριον |
ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς περὶ | |
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίω[ν] | |
καὶ στεφανῶσαι αὐτὸν δάφνη[ς] | |
στ[εφάνωι κα]ὶ ἀναγορεῦσαι τὸν | |
15 | ἱε[ροκήρυκα — — — — — — — —]. |