[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι]· |
| Ἀριστόλοχος Νικοδρόμου εἶπεν· | |
| ἐπειδὴ Φιλῖνος ἀνὴρ ἀγαθός | |
| ἐστιν περί τε τὸ ἱερὸν καὶ τὸν | |
| 5 | δῆμον τὸν Δηλίων· δεδόχθαι |
| τῶι δήμωι· Φιλῖνον Φιλίνου | |
| Μεγαρέα εἶναι πρόξενον καὶ | |
| εὐεργέτην τῆς πόλεως τῆς | |
| Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνου[ς]· | |
| 10 | ὑπάρχειν δὲ αὐτοῖς ἐν Δήλω[ι] |
| ἀτέλειαν πάντων καὶ | |
| προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ | |
| πολιτείαγ καὶ γῆς καὶ οἰκί[ας] | |
| ἔγκτησιν καὶ πρόσοδομ πρ[ὸς] | |
| 15 | τὴμ βουλὴν καὶ τὸν δῆμον |
| πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ | |
| ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλο[ι]ς | |
| προξένοις καὶ εὐεργέταις | |
| τοῦ ἱεροῦ καὶ τῆς πόλεως τῆ[ς] | |
| 20 | Δηλίων δέδοται· ἀναγράψαι |
| [δ]ὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
| [β]ουλὴν εἰς τὸ βουλευτήριον, | |
| τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |