[ ]
Delos — 300-281 BC
1 | [ἔδοξε]ν τῆι βουλῆι [καὶ τῶι δήμωι]. |
[Ἀριστό]λοχος Νικοδρόμ[ου εἶπεν· ἐπειδὴ] | |
[καὶ πρότερ]ο̣ν Γοργίω[ν, πατὴρ Δημαράτου?] | |
— — — — — — —το․․․π— — — — — — — | |
5 | [— — — — — — ἔπρ]α[ττ]ε[ν ὑ]π̣ὲ[ρ] τ̣οῦ̣ ἱερο[ῦ] |
ἀγαθὸν ὅ τι ἠδύνατο καὶ νῦν Δημάρατος | |
διατρίβων παρὰ τῶι βασιλεῖ Λυσιμάχωι | |
χρείας παρέχεται Δηλίων τοῖς ἐντυγ- | |
χάνουσιν ἑαυτῶι καὶ τὸ ἱερὸν τιμᾶι διαφ[υ]- | |
10 | λάττων τὴν τοῦ πατρὸς τοῦ ἑαυτοῦ πε- |
ρὶ τὸ ἱερὸν καὶ Δηλίους εὔνοιαν, ἐμφ̣α̣ν̣ίζε[ι] | |
δὲ καὶ αὐτὸς παραγενόμενος ὅτι καὶ τῶι πατρὶ | |
καὶ αὐτῶι προσήκει τιμᾶν τὸ ἱερὸν καθάπε[ρ] | |
καὶ οἱ πρόγονοι αὐτῶν Λακεδαιμόνιοι | |
15 | πλεῖστον λόγον ἐποήσαντο τοῦ ἱεροῦ |
καὶ Δηλίων ὅπως σωιζόμε[νον ἔ]χ̣ωσι τὸ | |
ἱερόν, ἀναγγέλλει δὲ καὶ τὴν τοῦ βασιλέ- | |
ως Λυσιμάχου εὔνοιαν [ἣ]ν ἔχει περὶ τὸ ἱε- | |
ρὸν καὶ αὐτὸς ἐπαγγέλλεται δηλώ- | |
20 | σειν τῶι βασιλεῖ Λυσιμάχωι κ̣α̣ὶ̣ Ἀ̣ρ̣[σι]ν̣ό[ηι] |
τῆι β[ασιλίσσηι] τὴν τοῦ δή[μου το]ῦ Δηλί[ων] | |
εὔνοιαν π̣[ᾶσαν· τύχη]ι ἀγαθῆι· [δεδόχθ]αι τῆι | |
βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Δημάρατον | |
Γοργίωνος Λακεδαιμόνιον ἐπ̣[εὶ εὐεργ]έτης | |
25 | ἐστὶν τοῦ δήμου καὶ στεφ[ανῶσαι αὐ]τὸν |
δάφνης στεφάνωι τῶι [ἱερῶι τοῦ θε]οῦ ἀρ[ε]- | |
τῆς ἕνεκεν καὶ ε[ὐνοίας ἧς διατε]λεῖ ἔχω[ν] | |
περὶ Δηλίους καὶ εὐσε[βείας τῆς εἰ]ς τὸ ἱερ[όν]· | |
ἀνειπεῖν δὲ τ[ὸν ἱεροκήρυκα τὸν στέ]φανο[ν] | |
30 | Ἀπολλωνίοις [ἐν τῶι θεάτρωι· ὑπάρχειν] δὲ |
αὐτῶι παρὰ [Δη]λ[ίων καὶ ἐκγόνοις γῆς] | |
καὶ οἰκίας [ἔγκτησιν καὶ — — — — — —] | |
καὶ προε[δρίαν ἐν πᾶσι τοῖς ἀγῶσιν καὶ] | |
πρόσοδον [πρὸς τὴν] βουλὴν καὶ [τὸν δῆμο]- | |
35 | ν πρώ[τοις μετὰ τὰ] ἱερά· εἶναι δὲ αὐτο[ῖς] |
ἐν [Δήλωι καὶ τὰ ἄλλα ὅσα παρὰ] Δ̣ηλί- | |
[ων δέδοται — — — — — — — — — —]. |