[ ]
Delos — beg. 3rd c. BC
| 1 | Ἐρμόδοτος Ἀριστέου εἶπεν· |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| ἐπειδὴ Ἡρόστ[ρα]τος Θεοπρόπου | |
| ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ | |
| 5 | ἱερὸν καὶ τὴν πόλιν τὴν [Δη]λίων |
| καὶ κοινῆι τοῦ δήμου [π]ολλὴν | |
| [ἐ]πιμέλειαν ποεῖται μετ[ὰ π]άσης | |
| [ε]ὐνοίας καὶ ἰδία τοῖς ἐντυγχάνουσιν | |
| [α]ὐτῶι Δηλίων χρείαν παρέχεται | |
| 10 | καθότι ἂν παραγγέλλωσιν· |
| ἀγαθῆι τύχηι· δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· εἶναι Ἡρόστρατον | |
| Θεοπρόπου Χῖον πρόξενον | |
| καὶ εὐεργέτην τοῦ ἱεροῦ καὶ τῆς | |
| 15 | πόλεως τῆς Δηλίων καὶ αὐτὸν |
| καὶ ἐγγόνους καὶ ὑπάρχειν | |
| αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάντων | |
| καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
| [κ]αὶ γῆς καὶ οἰκίας ἔνκτησιν | |
| 20 | [κ]αὶ πρόσοδον πρὸς τὴν βουλὴν |
| [κ]αὶ τὸν δῆμον πρώτοις μετὰ τὰ | |
| ἱερά· τὸ δὲ ψήφισμα ἀναγ[ρά]ψαι | |
| τὴν βουλὴν εἰς τὸ βουλευτήριον, | |
| τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |