[ ]
Ionia — Magnesia ad Maeandrum — 207 BC — I.Magn. 31
| 1 | [στραταγ]οῦντος [τῶν Ἀ]καρνά[ν]ων Νικαίου τοῦ Ἐχε- |
| [․․5․․ Κ]ορονταίου, ἱππάρχα Κλεωνύμου τοῦ Λαμίσ- | |
| [κου ․․․․]ου, γραμματέος στραταγῶι Χέρσυος τοῦ | |
| ․․․8․․․․ Μεδιωνίου, συνεδρίου γραμματέος Ἀν- | |
| 5 | ․․․8․․․․ τοῦ Ἡρακλείτου Ἀνακτοριέος, προμνάμο- |
| [νος δὲ Ν]ικάνδρου τοῦ Λύκου Θυρρείου, μηνὸς Πα- | |
| [νάμου ἕκτ]αι ἐπ’ εἰκάδι· παραγενομένων πρεσβευτᾶν | |
| [παρὰ Μαγ]νήτων τῶν ἐπὶ Μαιάνδρου Ἀριστοδάμου | |
| [τοῦ Διοκ]λέος, Ἀριστέα τοῦ Γοργάσου, Ἀντάνορος τοῦ | |
| 10 | [Κωλω]τίωνος καὶ διαλεγομένων περὶ τᾶς οἰκειό- |
| [τατ]ος τᾶς ὑπαρχούσας τοῖς Μάγνησιν ποτὶ τοὺς | |
| [Ἀκ]αρνᾶνας, ἔτι δὲ καὶ τὰν φιλίαν ἀ[ν]ανεουμέ- | |
| [ν]ων καὶ τὰς εὐεργεσίας ἀπολογιζομένων, ἃς πεποίην- | |
| ται τὸ κοινὸν τῶν Μαγνήτων ἐς τοὺς Ἕλλανας, v ἀποδόντων | |
| 15 | δὲ καὶ τὸ ψάφισμα, καθ’ ὃ παρεκάλουν δέχεσθαι τὰν ἐ- |
| κεχειρίαν χρήσαντος τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς λώϊον | |
| [εἶμ]εν καὶ ἄμεινον [τ]οῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυη- | |
| νὰν καὶ τὰν πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον εἶ- | |
| [μ]εν, διὸ καὶ τὸν δᾶμον ἐψαφίσθαι τᾶι εὐεργέτιδι τᾶς πόλιος | |
| 20 | Ἀρτέμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυσίας καὶ |
| πανάγυριν καὶ ἀγῶνα στεφανίταν ἰσοπύθιον μουσι- | |
| κόν τε καὶ γυμνικὸν καὶ ἱππικὸν ποιεῖν δικαίαν ἀποδι- | |
| δόντας χάριν τᾶι εὐεργέτιδι, παρακαλούντ[ων αὐ]- | |
| τῶν, ὅπως οἱ οἰκεῖοί τε καὶ φίλοι μετέχοντι(!) τᾶν θυσιᾶν | |
| 25 | τᾶν συντελουμενᾶν ὑπ’ αὐτῶν, καὶ ἐμφανιζόντων τὰν |
| ἐπιφάνειαν τᾶς θεοῦ vv δεδόχθαι τᾶι βουλᾶι τῶν Ἀκαρ- | |
| νάνων καὶ τοῖς χιλίοις· τάν τε θυσίαν καὶ ἐκεχειρί- | |
| αν καὶ τὸν ἀγῶνα ποτιδέχεσθαι στεφανίταν ἰσοπύ- | |
| θιον ταῖ[ς] τιμαῖς· εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ τὰν | |
| 30 | χώραν ἱερὰν καὶ ἄσυλον· ἀποστέλλε[ι]ν δὲ καὶ θεω- |
| ροὺς τοὺς <σ>υνθύσοντας τὰν θυσίαν καὶ θεαροδόκους | |
| καταστᾶσαι ἑκάσταν πόλιν τᾶν Ἀκαρνανίδων τοὺς | |
| ὑποδεξομένους ἀεὶ τοὺς παραγινομένους θεωροὺς πα- | |
| ρὰ τῶν Μαγνήτων· δόμεν δὲ Ἵππαρχον τὸν ταμίαν εἰς | |
| 35 | ἀπαρχὰν τᾶι θεῶι εἰς τὰν θυσίαν ἀργυρίω δραχμὰς |
| ἑκατὸν πεντήκοντα· v ἀνανεώσασθαι δὲ καὶ τὰν φι- | |
| [λία]ν καὶ τὰν οἰκειότατα, καθὼς παρεκάλουν· ὅπως | |
| [δὲ] μεί[ν]ηι εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι δὲ τὰ | |
| [δεδ]ογμένα εἰς στάλαν λιθίναν Ἵππαρχον τὸν ταμί- | |
| 40 | [αν] καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ |
| [Ἀκτ]ίου· εἶμεν δὲ προξένους καὶ εὐεργέτας τοῦ κοι- | |
| [νοῦ] τῶν Ἀκαρνάνων κατὰ τὸν νόμον v Ἀριστόδα- | |
| [μον] Διοκλέο<ς>, Ἀριστέα Γοργάσου, Ἀντάνορα Κωλωτί- | |
| [ωνος]. | |
| 45 | κατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαντο· |
| Θυρρεῖς Μεδιώνιο[ι] | |
| Λευκάδιοι Παλαιρεῖς | |
| Ἀνακτόριοι [Φ]οκρεῖς | |
| Ἀλυζεῖς ․․․λε[ῖς(?)] |