[ ]
Ionia — Didyma — ca. 200 BC — I.Did. 487
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | ․․․α συγγενῆ τῶν [— — — — —c.28-30— — — — — ἄνδρας κα]- |
| λοὺς κἀγαθοὺς χειροτονήσας δ̣[ικαστὰς τᾶι πόλι], ὁμοίως δὲ τ̣[οὺς] | |
| δικαστὰς, διότι τάν τε ἐνδαμίαν ἐποιήσαντο ἀξίως τοῦ ἐξαποσ̣- | |
| τείλαντος δάμου καὶ αὐτοσαυτῶν καὶ τᾶς πόλιος τῶν Στρατίων̣, | |
| 5 | καὶ δεδόσθαι αὐτοῖς ἀρετᾶς ἕνεκε vv καὶ δικαιοσύνας προξενίαν καὶ |
| πολιτείαν καὶ αὐτοῖς καὶ ἐγγόνοις κατὰ τὸν νόμον καὶ γᾶς ἔνκτησιν | |
| καὶ οἰκίας καὶ ἀτέλειαν· ὑπάρχειν δὲ καὶ τὰ λοιπὰ τίμια, ὅσα τοῖς λοιποῖς | |
| προξένοις καὶ εὐεργέταις τᾶς πόλιος τῶν Στρατίων, ἐχόντοις ἀσφά- | |
| λειαν καὶ ἀσυλίαν καὶ αὐτοῖς καὶ χρημάτοις καὶ πολέμου καὶ εἰράν[ας] | |
| 10 | τὰ ἀπὸ Στρατίων καὶ τῶν ἐν Στρατίωι κατοικεόντων. ὅπως δὲ ἁ π[ρο]- |
| [ξ]ενία ἀναγραφῇ καὶ τὸ ψάφισμα ἐν τῶι ἐμφανεῖ, καθ’ ὅν κα τρόπον [φαί]- | |
| [ν]ηται ἐπιτάδειον εἶμεν, ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐνάρχο[υς] | |
| ἄρχοντας· δόμεν δὲ τοὺς ἄρχοντας καὶ τοῦ ψαφίσματος τ̣[ού]- | |
| του ἀντίγραφον τοῖς δικασταῖς καὶ τὸν δᾶμον τὸν Μιλησίων ἀξ̣[ιωμέ]- | |
| 15 | νον εἶμεν ἀπὸ τᾶς πόλιος τῶν Στρατίων, ὅπως ἀναγράψῃ α[ὐτὸ ἔν] |
| τε τῶι τοῦ Ἀπόλλωνος ἱερῶι καὶ ἐν τῶι τοῦ Ἀπόλλωνος τοῦ [Διδυ]- | |
| μέως. |