[ ]
Ionia — Magnesia ad Maeandrum — 194/3 BC — I.Magn. 91,cd; Syll(3).598DE
| 1 | [π]αρὰ τοῦ κοινοῦ τῶν Αἰ[τωλῶν]. |
| [στρατ]αγέοντος Θόα Τριχονίου τὸ δεύτερον, Θερμικ[οῖς, ἱππαρχέ]- | |
| [οντο]ς̣ Νικάνδρου Τριχονίου, v γραμματευόντων τοῖς [Αἰτωλοῖς — —]- | |
| [․․․ Ὑ]παταίου, Μικ̣κυλίωνος Φυσκέος· vv ἐπεὶ Σωσικλῆ[ς καὶ Ἀριστόδα]- | |
| 5 | [μος οἱ] Διοκλείους Μάγνητες ἀπὸ Μαιάνδρου τὰν πᾶσα[ν σπουδὰν καὶ φι]- |
| [λοτιμί]αν παρεχόμενοι διατελέοντ<ι> κοινᾶι τε τῶι ἔθνει τῶ[ν Αἰτωλῶν καὶ] | |
| [κατ’ ἰ]δίαν τοῖς ἀφικνειμένοις ἐν τὰν πόλιν αὐτῶν φανερ̣[ὰν ποιείμενοι] | |
| [τὰν] ἰδίαν προαίρεσιν, καθὼς ἀπεμαρτυρεῖτο αὐτοῖς, vvv δε[δόχθαι τοῖς] | |
| [Αἰτωλ]οῖς· v ἐπαινέσαι Σωσικλέα καὶ Ἀριστόδαμον Μάγ[νητας ἐπὶ τᾶι] | |
| 10 | [προαιρ]έσει, ἃν ἔχοντι ποτὶ τὸ κ[οι]νὸν τῶν Αἰτωλῶν, v καὶ δε[δόσθαι αὐτοῖς] |
| [παρὰ] τ̣οῦ ἔθνεος v προξενίαν καὶ πολιτείαν κατὰ τὸν νό[μον. ἔγγυος] | |
| ․4-5․τας v Δράκωνος v Πολιεύς. | |
| παρὰ τοῦ στρατηγοῦ τῶν Αἰτ[ωλῶν]. | |
| [Δικα]ίαρχος v Μαγν[ή]των τᾶι βουλᾶι καὶ τῶι δάμωι χαίρειν· [Σωσικλῆς ὁ] | |
| 15 | [ἀπο]σταλεὶς παρ’ ὑμῶν ἱερομνάμων τᾶι τε ἐνδαμίαι κε[χρημένος ἐσ]- |
| [τὶ κα]λῶς καὶ εὐσχημόνως v καὶ τὰ κατὰ τὰς θυσίας συν[ετέλεσεν] | |
| [τοῖς θε]οῖς, ὡς ποθῆκον ἦν, τά τε κατὰ τὸν ἀγῶνα τῶν Πυθίων [μετὰ τῶν] | |
| ․c.4․ω̣ν καὶ τῶν ἀγωνοθετᾶν καὶ τῶν συνιερομναμόνων κ[αλῶς διώι]- | |
| [κησεν]· ὅθεν καὶ οἱ σύνεδροι ἐτίμασαν αὐτὸν καὶ οἱ Ἀμφικ̣τ[ίονες καὶ ἁ]- | |
| 20 | [μὲς ἐκρί]νομες ὑμῖν γράψαι περὶ αὐτοῦ. εὖ οὖν ποιήσετε [τ]όν [τε ἄνδρα] |
| ․․7-8․․․ς καὶ τὰς δεδομένας αὐτῶι τιμὰς εὐνόως ἀποδεξά[μενοι. ἔρρω]- | |
| [σθε]. {²vac.}² |