[ ]
Ionia — Teos — 204/3? BC — Syll(3).563
| 1 | Αἰτωλῶν. |
| στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου, Παναιτωλικοῖς· | |
| ἐπεὶ Τήϊοι πρεσ[βευ]τὰς ἀποστείλαντες Πυθαγόραν καὶ Κλεῖτον τάν τε οἰκειότατα | |
| καὶ τὰν φιλίαν ἀνενηοῦντο καὶ παρεκάλεον τοὺς Αἰτωλούς, ὅπως τάν τε πόλιν | |
| 5 | αὐτῶν καὶ τὰν χώραν ἐπιχωρήσωντι ἱερὰν εἶμεν καὶ ἄσυλον τοῦ Διονύσου, |
| δεδόχθαι τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς Τηΐους τὰν φιλίαν καὶ οἰκειότατα τὰν ὑπάρχουσαν | |
| διαφυλάσσειν καὶ τὰ ψαφίσματα τὰ πρότερον γεγονότα αὐτοῖς περὶ πάντων τῶν φιλαν- | |
| θρώπων κατάμονα εἶμεν. ὑπάρχειν δὲ αὐτοῖς παρὰ τῶν Αἰτωλῶν τᾶς τε πόλιος καὶ τᾶς | |
| χώρας τὰν ἀνιέρωσιν καὶ ἀσυλίαν, καθὼς καὶ οἱ πρεσβευταὶ ἀξίουν, καὶ μηθένα Αἰτωλῶν μηδὲ | |
| 10 | τῶν ἐν Αἰτωλίαι κατοικεόντων ἄγειν τοὺς Τηΐους μηδὲ τοὺς ἐν Τέωι κατοικέοντας μηδαμόθεν |
| ὁρμωμένους, ἀλλὰ τὰν ἀσφάλειαν καὶ ἀσυλίαν εἶμεν αὐτοῖς τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰ- | |
| τωλίαι κατοικεόντων. εἰ δέ τίς κα ἄγηι ἢ αὐτοὺς ἢ τὰ ἐκ τᾶς πόλιος ἢ χώρας, τὰ μὲν ἐμ- | |
| φανῆ ἀναπράσσειν τὸν σ[τρ]ατα[γὸν] καὶ τοὺς συνέδρους ἀεὶ τοὺς ἐνάρχους, τῶν δὲ | |
| ἀφανέων ὑποδίκους εἶμεν τοὺς ἀχνηκότας γινομένας τοῖς Τηΐοις τᾶς ἐγδικάσιος | |
| 15 | καὶ τᾶς λοιπᾶς οἰκονομίας, καθὼς καὶ τοῖς Διονυσιακοῖς τεχνίταις ὁ νόμος τῶν |
| Αἰτωλῶν κελεύει. ὅπως δὲ καὶ εἰς τοὺς νόμους καταχωρισθῆι <ἁ> ἀνιέρωσις καὶ ἁ ἀσυλία, | |
| τοὺς κατασταθέντας νομογράφους καταχωρίξαι, ἐπεί κα αἱ νομογραφίαι γίνωνται, | |
| ἐν τοὺς νόμους. |