[ ]
Ionian Isl. — Kerkyra — 3rd/2nd c. BC
| 1 | Φιλίστιον [χαῖρε]. |
| δοιαὶ μὲν δεκάδες σε τελειοτόκων ἐνιαυτῶν | |
| ἤδη καὶ τριτάτου κύκλος ἐπεῖχεν ἔτευς, | |
| μισγομένα{ν} φθιμένοισι, Φιλίστιον, ἁνίκα πέ[νθος] | |
| 5 | ματρὶ πολυθρήνωι κάλλιπες Ἁρπαλίδι· |
| δῶμα δ’ Ἀριστάνδροιο λελονχότος ἄκριτον ἅιδαν̣ | |
| καὶ τέκεα κρυερᾶι θῆκας ἐν ὀρφανίαι. | |
| Ἀγῆνος κλυτὸν αἷμα, σὲ δ’ ὕστατον ὕπνον ἑλο[ῦσαν] | |
| πικρὸς ὅδε ζοφερᾶι τύμβος ἔδεκτ[ο κόνει]. |