[ ]
Ionian Isl. — Kerkyra — bef. 227 BC
| 1 | μυρί’ ἀποφθιμένοιο τάφωι περὶ τῶιδε χυθεῖσα |
| παιδὸς Ἀλεξάνδρου μύρατο Καλλιόπα, | |
| ὠκύμορον καὶ ἄτεκνον ἐπεὶ θέτο τᾶιδ’ ὑπὸ γαίαι | |
| ἑπτακαιεικοσετοῦς πνεῦμα λιπόντα βίου, | |
| 5 | ἴστορα παιδείας, τόξωι κλυτόν, ὧι ποκα λῃστὰς |
| ἀνδροφόνους ἁλίαις κτεῖνεν ἐπὶ Στροφάσιν. | |
| ἀλλ’ ἴθι νῦν, παροδῖτα, τὸν ἐκ χθονὸς Ἀλκινόοιο | |
| χαῖρ’ εἰπὼν ἀγαθοῦ παῖδ’ ἀγαθὸν Σατύρου. |