[ ]
Phokis — Tithronion
| 1 | [θεὸς τύχα]ν ἀγαθάν. |
| [ἐπειδὴ Παυσανίας — — —]νιος ἀνὴρ καλὸς κἀγαθὸς ὑπάρ- | |
| [χων διατελεῖ τᾷ τε π]όλει τῶν Τειθρωνίων εὔχρηστον | |
| [παρέχων ἑαυτὸν καὶ τοῖς] ἀεὶ χρείαν ἐχόντοις τῶμ πολ- | |
| 5 | [ιτᾶν, ἀπροφασίστως ἐπιδιδο]ὺς αὐτοσαυτὸν ἐν πᾶν τὸ συμφέ- |
| [ρον, σπουδᾶς καὶ προθυμίας ο]ὐθὲν ἐνλείπων. καὶ παραίτιος ἀ- | |
| [εί τινος ἀγαθοῦ γενό]μενος καὶ κοινᾶι καὶ καθ’ ἱδίαν | |
| [τοῖς δεομένοις, — — — — — — — — —]τι | |
| — — — — — — — — — — — — — —σθαι, ἔδοξ- | |
| 10 | [ε τᾷ πόλει τῶν Τειθρωνίων, ἐπαιν]έσαι Παυσανίαν |
| [— — —νιον ἐπὶ τᾷ εὐν]οίαι καὶ αἱρέσει ἇι ἔχε[ι] | |
| [ποτὶ τὰμ πόλιν, καὶ δεδόσθ]αι αὐτῶι καὶ ἐγγόνοις προξενί- | |
| [αν, ἰσοπολιτείαν], προεδρίαν, ἀσυλίαν, ἀτέλει<α>[ν] | |
| [πάντων, ἀσφάλειαν] καὶ πολέμου καὶ εἰράνας καὶ | |
| 15 | [γᾶς ἔγκτησιν καὶ οἰκίας κ]αὶ τὰ ἄλλα πάντα ὅσα καὶ |
| [τοῖς ἄλλοις προξένοις κ]αὶ εὐεργέταις ὑπάρχει. ἄρχον- | |
| [τος — — —, γραμματεύ]οντος Νικοδάμου. ἔνγυο[ι] | |
| [τᾶς προξενίας — — —]στράτου, Εὐφράνωρ Ἀρχικλέο[ς]. |