[ ]
Phokis — Tithronion
| 1 | [θεὸς τύχα]ν ἀγαθ[άν]. |
| [ἐπειδὴ — — —] Ἀλοπαῖος ἀνὴρ καλὸς [κἀγαθὸς] | |
| [ὑπάρχων περὶ τ]ὰμ πόλιν τῶν Τειθρωνίω[ν] | |
| [παρεῖχεν ἑαυτὸν εὔχρηστον καὶ ἐκ]τενῆ τοῖς ἀεὶ χρείαν ἐχόντοι[ς] | |
| 5 | [τῶμ πολιτᾶν, ἀπροφασίστως] ἐπιδιδοὺς αὐτοσαυτὸν ἐν πᾶν τ[ὸ] |
| [συμφέρον, σπουδᾶς καὶ προθυμίας] οὐθὲν ἐνλείπων καὶ παραίτιο[ς] | |
| [ἀεί τινος ἀγαθοῦ γενόμε]νος καὶ κοινᾶι καὶ καθ’ ἰδίαν τοῖς | |
| [ἀεὶ δεομένοις τῶμ πολιτᾶν, α]ὐτῶν ἀπομαρτυρησάντων αὐ- | |
| [τῷ, — — — ἔδοξε] τᾶι πόλει τῶν Τειθρωνίων, ἐπαινέ- | |
| 10 | [σαι — — — Ἀλοπαῖο]ν ἐπί τε τᾶι εὐν[οί]αι καὶ αἱρέσει καὶ |
| [φιλοτιμίᾳ ᾇ ἔχει, καὶ δεδ]όσθαι αὐτῶι καὶ ἐκγόνοις προξενία- | |
| [ν, προεδρίαν, ἀ]συλίαν, ἀτέλειαν, ἐπινομίαν, ἀσφά- | |
| [λειαν καὶ γᾶς] ἔγκτησιν καὶ οἰκίας, καὶ τὰ ἄλλα πάν̣- | |
| [τα, ὅσα τοῖς ἄλλοις εὐερ]γέταις ὑπάρχει. διαποστεῖλαι δὲ | |
| 15 | [ποτ’ αὐτὸν καὶ πρεσβευτὰν καὶ ἐ]ν τὸ λοιπὸν παρακαλεῖν αὐτὸν τὸ[ν α]- |
| [ὐτὸν τρόπον ἀγαθ]ὸν γίνεσθαι καὶ κοινᾶι καὶ καθ’ ἱδίαν | |
| [περὶ τοὺς πολίτα]ς. ἔγγυοι τᾶς προξενίας· [Μ]ενεκράτης Τ— — — | |
| οι τοῦ αὐτοῦ· Καλ[λι]κράτης Εὐ— — — | |
| — — — |