Posthumous honorific epigram for Eugnotos.  Limestone orthostate with upper molding belonging to the face of an equestrian statue base.
[ ] Boiotia — Akraiphia — aft. 291 BC — BCH 24 (1900) 70-74 — GVI I (1955) 1603 — Studi Ellenistici XVI (2005) 141-191 (J. Ma)
1 τοῖος ἐὼν Εὔγνωτος ἐναντίος εἰς βασιλῆος
χεῖρας ἀνηρίθμους ἦλθε βοαδρομέων,
θηξάμενος Βοιωτὸν ἐπὶ πλεόνεσσιν Ἄρηα.
οὐ δ’ ὑπὲρ Ὀγχηστοῦ χάλκεον ὦσε νέφος·
5 ἦ δὴ γὰρ δοράτεσσιν ἐλείπετο θραυομένοισιν,
Ζεῦ πάτερ, ἄρ<ρ>ηκτον λῆμα παρασχόμενος·
ὀκτάκι γὰρ δεκάκις τε συνήλασεν ἰλαδὸν ἵππω[ι]
ἥσσονι δὲ ζώειν οὐ καλὸν ὡρίσατο,
ἀλλ’ ὅγ’ ἀνεὶς θώρακα παρὰ ξίφος ἄρσενι θυμῶι
10 π̣[λή]ξ̣ατο, γενναίων ὡς ἔθος ἁγεμόνων.
τὸμ μὲν ἄρ’ ἀσκύλευτον ἐλεύθερον αἷμα χέοντα
δῶκαν ἐπὶ προγόνων ἤρια δυσμενεές·
νῦν δέ νιν ἔκ τε θυγατρὸς ἐοικότα κἀπὸ συνεύνου
χαλκεον̣[․3-4․]ΟΝ ἔχει π[έ]τρος Ἀκραιφιέων
15 ἀλλά, νέοι, γί[ν]εσθε κατὰ κλέος ὧδε μαχηταί,
ὧδ’ ἀγαθοί, πατέρων ἄιστεα [ῥ]υόμενοι.
Search Help
Contact Us