Funerary epigram for Eugnotos.  Large slab of limestone with upper molding, broken at the bottom.
[ ] Boiotia — Akraiphia — ca. 300-250 BC
1 τοῖος ἐὼν Εὔγνωτος ἐναντίος εἰς βασιλῆος
χεῖρας ἀνηρίθμους ἦλθε βοαδρομέων,
θηξάμενος βοιωτὸν ἐπὶ πλεόνεσσιν Ἄρηα,
οὐ δ’ ὑπὲρ Ὀγχηστοῦ χάλκεον ὦσε νέφος·
5 ἤδη γὰρ δοράτεσσιν ἐλ̣είπετο θραυομένοισιν ——
Ζεῦ πάτερ —— ἄρηκτον {²⁶ἄρρηκτον}²⁶ λῆμα παρασχόμενος,
ὀκτάκι γὰρ δεκάκις τε συνήλασεν ἰλαδὸν ἵππω[ι]·
ἥσσονι δὲ ζώειν οὐ καλὸν ὡρίσατο,
ἀλλ’ ὅγ’ ἀνεὶς θώρακα παρὰ ξίφος ἄρσενι θυμῶι
10 κ̣[․․․]ατο, γενναίων ὡς ἔθος ἁγεμόνων.
τὸ[μ μ]ὲν ἄρ’ ἀσκύλευτον ἐλεύθερον αἷμα χέοντα
δῶκαν ἐπὶ προγόνων ἠρία δυσμενέες·
νῦν δέ νιν ἔκ τε θυγατρὸς ἐοικότα κἀπὸ συνεύνου
χάλκεον [εἰκό]ν’ ἔχει π[έτ]ρος Ἀκραιφιέων.
15 ἀλλά, νέοι, γ[ίν]εσθε κατὰ κλέος ὧδε μαχηταί,
ὧδ’ ἀγ[αθ]οὶ πατέρων ἀιστέα [ῥ]υ[ό]μενοι.
Search Help
Contact Us