Honorific decrees for the orator Bombos and for Leukios of Alexandreia Troas. Stele of white-gray limestone with upper molding, broken at the bottom, now in two joining pieces.
[ ]
Thess. (Pelasgiotis) — Larisa — ca. 160-150 BC — BCH 59 (1935) 55, 2 — Chiron 36 (2006) 171-203
See also:
| 1 | ταγευόντουν Κρίτουνος Παυσανιαίοι, Κρατει- |
| σίπποι Θερσανδρείοι, Θρασυμάχοι Ἀριστιουνεί- | |
| οι, Φιλοφείροι Ἀσανδρείοι, Θερσάνδροι Πολυξενε[ί]- | |
| οι, ταμιευόντουν Λυκίνοι Ἀλ[ε]ξανδρείοι καὶ Μενε- | |
| 5 | κράτεος Εὐστρατ[ι]δαίοι, γυμνασιαρχέντουν |
| μες τᾶς πετρά̣δος τοῖ Ὁμολουίοι Πλειστία Ἀσκα̣- | |
| λαπιαδαίοι καὶ Λ[υκ]όρμα Χ̣α̣ρ̣ιδαμείοι, v ἀτ τᾶ[ς] | |
| μὰ πέμπτας Ἱπποδρόμ[οι] Αἰσχιναίοι καὶ Φερεκρ[ά]- | |
| τεος Μενεκρατείοι vacat | |
| 10 | vacat Ἀπλουνίοι |
| [ὑ]στέρα, ἀγορᾶς [ἔονσας, ἀ]γορανομέντος Κρίτουνος Πα[υ]- | |
| σανιαίοι, Κρίτουν[ος Παυσα]νιαίοι λέξαντος· ὀπειδεὶ | |
| [Β]όμβος Ἀλκαίοι Αἰολεὺς [ἀπ’ Ἀλεξαν]δρείας παρεπιδαμεί- | |
| σ̣ας ἐν τᾶ πόλε̣[ι καὶ ποιεισάμε]νος ἐπιδείξις ἐν τοῦ γ[υ]- | |
| 15 | [μ]νασίο[υ συνεμναμονεύσατο ἔ]ν τε τοῖς πεπραγματευμένοις |
| αὐτοῦ καὶ ἀκροάσεσσιν τοῦν γεγενειμένουν ἐνδόξουν Λα- | |
| ρισαίοις, καὶ τάν τε συγγένειαν καὶ φιλίαν ταῖς πολίεσσι π[ὸ]- | |
| θ’ εὑτὰς ὀνενε[ούσατο] καὶ τὰ φιλάνθρουπα τὰ ὑπάρχοντα | |
| Αἰολείεσσι πὸτ τὰν πόλιν τὰν Λαρισαίουν, ἐποείσατο μὰ | |
| 20 | καὶ τὰν ὀστροφὰν εὐσ[χει]μόνους καὶ ὅν τρόπον ἐπέβαλλε ἀν- |
| δρὶ καλοῦ καὶ ἀγαθοῦ, ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν ἐπα[ι]- | |
| νείσειν τε Βόμβον Ἀλκαίοι Αἰολέα ἀπ’ Ἀλεξανδρείας ἔτ τε | |
| τᾶ ὀστροφᾶ καὶ φιλοπο[νία] περ τὰν παιδείαν καὶ ἐτ τοῦ τὰ | |
| κάλλιστα τοῦν ἐπιτα[δευ]μάτουν ἐξ̣αλουκέμεν, καὶ δοθέ- | |
| 25 | μεν αὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοι- |
| πὰ τίμια ὑπαρχέμεν αὐτ[ο]ῦ ὅσσα καὶ Λαρισαίοις, καὶ ὁπεί κε ὁ | |
| κ̣αιρὸς κατενέκει ἐν τοῦ δεύει ἐς τοῦν νόμουν τὰ κατ τὰς πολ[ι]- | |
| τείας οἰκονομείσθειν, φροντίξειν τὸς τάγος οὕστε δοθεῖ αὐτοῦ | |
| ἁ πολιτεία· τὸ μὰ ψάφισμα τόνε κύριον ἔμμεν καπαντὸς χρόνοι | |
| 30 | καὶ τὸς ταμίας ἐσδόμεν ὀνγράψει αὐτὸ ἐν κίονα λιθίαν καὶ κατθ[έ]- |
| μεν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν ὀνάλαν κίς κ[ε] | |
| [γί]νειτει δόμεν· vacat 16,5 cm Ἄφροι ὑστέρα, ἀγορᾶς ἔν- | |
| [σας], ἀγορανομέντος Κρατεισίπποι Θερσανδρείοι, Κρατεισίπποι | |
| [Θε]ρσανδρείοι λέξαντος· ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν· ὀπειδεὶ | |
| 35 | [Λ]ε̣ύκιος Νικασίαιος Αἰολεὺς ἀπ’ Ἀλεξανδρείας τοῖς παργινομέ- |
| νοις τοῦν πολιτᾶν ἐν Ἀλεξανδρείαν συμποκγίνειτει καὶ κοινᾶ καὶ κατ’ [ἰ]- | |
| [δ]ίαν ἑκάστου μετὰ πάνσας σπουδᾶς καὶ φιλοτιμίας φανερὰν ποέσσ[ας] | |
| τ̣ὰν ἔχουν εὐνοίαν διετέλει πὸτ τὰν πόλιν τᾶν Λαρισαίουν, Κρατεισίπποι Θε- | |
| [ρ]σανδρείοι λέξαντος, ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν ἐπαινείσειν τε | |
| 40 | Λεύκιον Νικασίαιον ἐτ τᾶ ἀγγρέσι τᾶ εἶχε πόταν πόλιν καὶ δοθεῖμεν |
| α̣ὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοιπὰ τίμια ὑπα[ρ]- | |
| χέμεν αὐτοῦ πάντα ὅσσα καὶ Λαρισαίοις ὑπάρχονθι· τὸς μὰ ταγὸς φρο̣ν̣- | |
| τίξειν οὕστε ὁπεί κε κατενέκει ὁ καιρὸς ἐν τοῦ δεύει οἰκονομεί- | |
| σθειν τὰ κατὰς πολιτείας, δοθεῖ αὐτοῦ πολιτεία· τὸ μ[ὰ] ψά̣[φισμα] | |
| 45 | [τόνε] κύρ[ι]ο̣ν̣ [ἔμμεν καπαντὸς χρόνοι — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —] |