[ ]
Thess. (Pelasgiotis) — Larisa — 2nd c. BC — McDevitt 337 — cf. BE (1988) 744
See also:
| 1 | ταγευόντουν Κρίτουνος Παυσανιαίοι, Κρατει- |
| σίπποι Θερσανδρείοι, Θρασυμάχοι Ἀριστουνεί- | |
| οι, Φιλοφείροι Ἀσανδρείοι, Θερσάνδροι Πολυξενε- | |
| [ί]οι, ταμιευόντουν Λυκίνοι Ἀλ[ε]ξανδρείοι καὶ Μενε- | |
| 5 | κράτεος Εὐστρατ[ι]δαίοι, γυμνασιαρχέντουν |
| μὲς τᾶς πέτ[ραδος τ]οῖ Ὁμολουίοι Πλειστία Ἀσκα- | |
| λαπιαδαίοι καὶ Δουριμαχαί̣ο̣ι̣ Λαμείοι, vac. ἂτ τᾶ[ς] | |
| μὰ πέμπτας Ἱπποδρομ[ίοι] Αἰσχιναίοι καὶ Φερεκρ[ά]- | |
| τεος Μενεκρατεί[οι] | |
| 10 | Ἀπλουνίοι [ὑ]- |
| στέρα, ἀγορᾶς [ἔνσας, ἀ]γορανομέντος Κρίτουνος Πα[υ]- | |
| σανιαίοι, Κρίτουν[ος Παυσα]νιαίοι λέξαντος· ὀπειδεὶ | |
| Β̣όμβος Ἀλφεί[οι] Α[ἰολεὺς ἀπ’ Ἀλεξαν]δρείας παρεπιδαμεί- | |
| [σ]ας ἐν τᾶ πόλι̣ [ἐπὶ ἁμέρας πλείονα]ς̣ ἐπιδείξις ἐν τοῦ γ[υ]- | |
| 15 | [μ]νασί[ου ἐποιείσατο εὐδοκίμησέ]ν̣ τε τοῖς πεπραγματευμένοις |
| αὐτ[οῦ καὶ ἐπεμνάσθη(?) τοῦν γε]γ[ενη]μένουν ἐνδόξουν Λα- | |
| ρισαίοις καὶ [ἠύξησεν τὰν εὐνο]ίαν καὶ φιλίαν ταῖς πολίεσσι π[ὸ]- | |
| θ’ εὑτάς, ὀν[νεουσάμενος] καὶ τὰ φιλάνθρουπα τὰ ὑπάρχοντα | |
| Αἰολείεσσι πὸτ τὰν πόλιν τὰν Λαρισαίουν· ἐποιείσατο μὰ | |
| 20 | καὶ τὰν ὀστροφὰν [εὐσχαμόν]ους καὶ ὃν τρόπον ἐπέβαλλε ἀν- |
| δρὶ καλοῦ καὶ ἀγαθοῦ· ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν· ἐπα[ι]- | |
| νείσειν τε Βόμ[βον] Ἀλ[φείοι] Αἰολέα ἀπ’ Ἀλεξανδρείας ἔτ τε | |
| τᾶ ὀστροφᾶ καὶ φ[ιλοτιμ]ία πὲρ τὰν παιδείαν καὶ ἒτ τοῦ τὰ | |
| κάλλιστα τοῦν ἐπιτα[δευ]μάτουν ἐζαλουκέμεν, καὶ δοθέ- | |
| 25 | μεν αὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοι- |
| πὰ τίμια ὑπαρχέμεν αὐτ[οῦ] ὅσσα καὶ Λαρισαίοις καὶ ὁπεῖ κε ὁ | |
| [κ]αιρὸς κατενέκει ἐν τοῦ δεύει ἐς τοῦν νόμουν τὰ κὰτ τὰς πολ[ι]- | |
| τείας οἰκονομείσθειν, φροντίσειν τὸς τάγος οὕστε δοθεῖ αὐτοῦ | |
| ἁ πολιτεία. τὸ μὰ ψάφισμα τόνε κύριον ἔμμεν καπαντὸς χρόνοι | |
| 30 | καὶ τὸς ταμίας ἐσδόμεν ὀνγράψει<ν> αὐτὸ ἐν κίονα λιθίαν καὶ κατα[θέ]- |
| μεν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν ὀνάλαν κίς κ[ε] | |
| [γί]νειτει δόμεν. {²vacat 0.165}² Ἄφροι ὑστέρα, ἀγορᾶς ἔν- | |
| [σας], ἀγορανομέντος Κρατεισίπποιο Ἐρσανδρείοι, Κρατεισίπποιο | |
| [Ἐρ]σανδρείοι λέξαντος· ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν· ὀπειδεὶ | |
| 35 | [Λε]ύκιος Νικασίαιος Αἰολεὺς ἀπ’ Ἀλεξανδρείας τοῖς παργινομέ- |
| νοις τοῦν πολιτᾶν ἐν Ἀλεξανδρείαν συμπογγίνειτει καὶ κοινᾶ καὶ καθ’ ἱδ- | |
| [δ]ίαν ἑκάστου μετὰ πάνσας σπουδᾶς καὶ φιλοτιμίας φανερὰν ποέσσ[ας] | |
| [τ]ὰν ἔχουν εὐνοίαν διετέλει πὸτ τὰν πόλιν τᾶν Λαρισαίουν, Κρατεισίπποιο Ἐ- | |
| [ρ]σανδρείοι λέξαντος, ἔδοξε τοῦ δάμου τοῦ Λαρισαίουν ἐπαινείσειν τε | |
| 40 | Λεύκιον Νικασίαιον ἒτ τᾶ ἄγγρεσι τὰ εἶχε πὸτ τὰν πόλιν καὶ δοθεῖμεν |
| [α]ὐτοῦ καὶ ἐσγόνοις πολιτείαν καὶ ἔντασιν καὶ τὰ λοιπὰ τίμια ὑπα[ρ]- | |
| χέμεν αὐτοῦ πάντα ὅσσα καὶ Λαρισαίοις ὑπάρχονθι. τὸς μὰ ταγὸς φρ[ον]- | |
| τίσειν οὕστε ὅπεικε κατενέκει ὁ καιρὸς ἐν τοῦ δεύει οἰκονομεί- | |
| σθειν τὰ κὰτ τὰς πολιτείας, δοθεῖ αὐτοῦ πολιτεία· τὸ μ[ὰ] ψ̣ά̣[φισμα] | |
| 45 | [τόνε] κῦρο̣ν̣ [ἔμμεν καπαντὸς χρόνοι — — — — — — — — — — — —] |