Honorific decree for Philinos of Kyrene. Lower part of a stele of white marble.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo / Chr. of Jerusalem — ca. 300-250 BC — M. Segre, Tit. Cal. (1952) 18 — G.N. Koukoules, Hē Kalymna (1980) 44, 20
See also:
1 | [ἔδοξε] τ̣ᾶ̣[ι βουλᾶι καὶ τᾶι ἐκ]- |
[κλ]ησίαι, Ἀ̣ρ̣ατίδα[ς] Φειδο[κρί]- | |
[τ]ου εἶπε· ἐπειδὴ Φιλῖνος Ἀλέ- | |
ξιος Κυρηναῖος ἀνὴρ καλὸς | |
5 | κἀγαθὸς καὶ εὔνους ὢν διατε- |
λεῖ εἰς τὸν δᾶμον τὸν Καλυ- | |
μνίων ἐμ παντὶ καιρῶι χρεί- | |
ας παρεχόμενος· ἦμεν αὐτῶι | |
ἐγ Καλύμναι ἔγκτησιν, πολι- | |
10 | τείαν, ἰσοτέλειαν, προεδρίαν |
καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ- | |
λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέ- | |
μωι καὶ ἐν εἰράναι καὶ αὐτῶι καὶ | |
ἐγγόνοις· ἐπικλαρῶσαι δὲ αὐ- | |
15 | τὸν καὶ ἐπὶ φυλάν· ἔλαχε φυ- |
λᾶς Περιφιδᾶν. | |
vacat 0,36 |