Honorific decree for Philinos of Kyrene.  Lower part of a stele of white marble.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo / Chr. of Jerusalem — ca. 300-250 BC — M. Segre, Tit. Cal. (1952) 18 — G.N. Koukoules, Hē Kalymna (1980) 44, 20
See also:
1 [ἔδοξε] τ̣ᾶ̣[ι βουλᾶι καὶ τᾶι ἐκ]-
[κλ]ησίαι, Ἀ̣ρ̣ατίδα[ς] Φειδο[κρί]-
[τ]ου εἶπε· ἐπειδὴ Φιλῖνος Ἀλέ-
ξιος Κυρηναῖος ἀνὴρ καλὸς
5 κἀγαθὸς καὶ εὔνους ὢν διατε-
λεῖ εἰς τὸν δᾶμον τὸν Καλυ-
μνίων ἐμ παντὶ καιρῶι χρεί-
ας παρεχόμενος· ἦμεν αὐτῶι
ἐγ Καλύμναι ἔγκτησιν, πολι-
10 τείαν, ἰσοτέλειαν, προεδρίαν
καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ-
λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέ-
μωι καὶ ἐν εἰράναι καὶ αὐτῶι καὶ
ἐγγόνοις· ἐπικλαρῶσαι δὲ αὐ-
15 τὸν καὶ ἐπὶ φυλάν· ἔλαχε φυ-
λᾶς Περιφιδᾶν.
    vacat 0,36
Search Help
Contact Us