| 1 | [ἔδοξε] τ̣ᾶ̣[ι βουλᾶι καὶ τᾶι ἐκ]- |
| [κλ]ησίαι, Ἀ̣ρ̣ατίδα[ς] Φειδο[κρί]- | |
| [τ]ου εἶπε· ἐπειδὴ Φιλῖνος Ἀλέ- | |
| ξιος Κυρηναῖος ἀνὴρ καλὸς | |
| 5 | κἀγαθὸς καὶ εὔνους ὢν διατε- |
| λεῖ εἰς τὸν δᾶμον τὸν Καλυ- | |
| μνίων ἐμ παντὶ καιρῶι χρεί- | |
| ας παρεχόμενος, ἦμεν αὐτῶι | |
| ἐγ Καλύμναι ἔγκτησιν πολι- | |
| 10 | τείαν ἰσοτέλειαν προεδρίαν |
| καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ- | |
| λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέ- | |
| μωι καὶ ἐν εἰράναι καὶ αὐτῶι καὶ | |
| ἐγγόνοις· ἐπικλαρῶσαι δὲ αὐ- | |
| 15 | τὸν καὶ ἐπὶ φυλάν· ἔλαχε φυ- |
| λᾶς Περ{ι}φιδᾶν {²⁶Περφιδᾶν}²⁶. |