Honorific decree for Aristonikos.  Lower part of a stele of gray marble.
[ ] Milesian Isl. — Leros Isl. — Partheni? [Patmos, Mus.] — ca. 150-100 BC — ArchEph (1862) 260, 229 — ASAA 41-42 (1963-64) 308, 4
See also:
[— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — ἐπῃνῆσθαι Ἀριστό]-
[νικ]ον ἐπὶ τῆι πρὸς τὸ π̣λῆ[θ]ος̣ εὐνοίᾳ, καὶ εἶναι̣
[α]ὐτὸν ἐν ἐπιμελείαι παρὰ τῶι δή̣μω̣ι· ὑπάρ-
χειν δὲ αὐτῶι καὶ ἱερῶν μετουσίαν, αὐτῶι
5 καὶ ἐκγόνοις, ὧν καὶ Λερί̣οις μέτεστι· ἵνα δὲ φα-
νερὰ διαμένηι ἥ τε Ἀριστονίκου προαίρεσις
καὶ ἡ τοῦ δήμου εὐχ̣α̣ριστία, τὸ ψήφισμα
τόδε ἀναγράψαι εἰς στήλην λιθίνην καὶ
ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Παρθένου· τὸ δὲ
εἰς ταῦτα ἐσόμενον ἀνάλωμα δοῦναι 〚τ̣〛
10 τοὺς χρυσονόμους καὶ ἐγγράψασθαι εἰς τὸν
κοινὸν λόγον· τὸν δὲ γραμματῆ παραλαβόν-
τα διαφυλάσειν μετὰ τῶν ἄλλων γραμμά-
των.  vacat
                      vacat 0,14
Search Help
Contact Us