Honorary decree of Leros for Aristonikos; II: Sakkelion, AE
I 1862 B’, coll. 260-1, no. 229; *IIsolMil 4 (PH).
0 | {²Beginning lost}² |
[— ἐπηινῆσθαι Ἀριστό]- | |
[νικ]ον ἐπὶ τῆι π̣ρὸς τὸν̣ δῆ̣[μον] εὐ̣νοίᾳ καὶ εἶνα[ι] | |
[αὐ]τὸν ἐν ἐπιμελείαι παρὰ τῶ̣ι δ[ή]μ[ωι], ὑ̣πάρ- | |
χ̣ειν δὲ αὐτῶι καὶ ἱερῶν μετουσ̣ίαν αὐτῶι | |
5 | καὶ ἐκγόνοις, ὧν καὶ Λερ̣[ί]οις μέτε̣στι· ἵνα δὲ φα̣- |
νε̣ρὰ διαμένηι ἥ τε Ἀρ̣ιστονίκου προαί̣[ρ]εσις | |
καὶ ἡ τοῦ δήμου εὐχ̣α̣ριστία, τὸ ψήφισμα | |
τόδε ἀναγράψαι εἰς στήλην λιθίνην καὶ | |
ἀναθε͂ιναι εἰς τὸ ἱε̣ρὸν τῆς Παρθένου· τὸ δὲ̣ | |
10 | εἰς ταῦτα ἐσόμενον ἀνάλωμα δοῦναι vacat |
τ̣οὺς χρυσονόμους καὶ ἐγγράψασθαι̣ εἰς τὸν | |
κ̣οινὸν λόγον, τὸν δὲ γραμματέ<α> παραλαβόν- | |
τ̣α διαφυλάσ<σ>ειν μετὰ τῶν ἄλλων γραμμά- | |
τ̣ων. vacat |