Honorific decree for Aristonikos. Lower part of a stele of gray marble.
[ ]
Milesian Isl. — Leros Isl. — Partheni? [Patmos, Mus.] — ca. 150-100 BC — ArchEph (1862) 260, 229 — ASAA 41-42 (1963-64) 308, 4
See also:
[— — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — ἐπῃνῆσθαι Ἀριστό]- | |
[νικ]ον ἐπὶ τῆι πρὸς τὸ π̣λῆ[θ]ος̣ εὐνοίᾳ, καὶ εἶναι̣ | |
[α]ὐτὸν ἐν ἐπιμελείαι παρὰ τῶι δή̣μω̣ι· ὑπάρ- | |
χειν δὲ αὐτῶι καὶ ἱερῶν μετουσίαν, αὐτῶι | |
5 | καὶ ἐκγόνοις, ὧν καὶ Λερί̣οις μέτεστι· ἵνα δὲ φα- |
νερὰ διαμένηι ἥ τε Ἀριστονίκου προαίρεσις | |
καὶ ἡ τοῦ δήμου εὐχ̣α̣ριστία, τὸ ψήφισμα | |
τόδε ἀναγράψαι εἰς στήλην λιθίνην καὶ | |
ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Παρθένου· τὸ δὲ | |
εἰς ταῦτα ἐσόμενον ἀνάλωμα δοῦναι 〚τ̣〛 | |
10 | τοὺς χρυσονόμους καὶ ἐγγράψασθαι εἰς τὸν |
κοινὸν λόγον· τὸν δὲ γραμματῆ παραλαβόν- | |
τα διαφυλάσειν μετὰ τῶν ἄλλων γραμμά- | |
των. vacat | |
vacat 0,14 |