Honorific decree of an unknown city (Orthosia?) for Priene, a Prienian judge, and his secretary (?).  Stele of whitish marble, broken at the top.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 200-150 BC — IvPriene (1906) 71
See also:
1-6                          {²uncertain remains of six lines}²
7 [ὅπ]ω̣[ς] δὲ [φαί]ν̣η̣τα̣ι̣ μνημο[νεύων ὁ δῆμος τῶν εὐεργετούντων αὑ]-
[τ]ὸν̣ [καὶ] ἀ̣ξ̣ία̣[ς τι]μὰς ἀπ̣οδιδο[ὺς τῶν εὐεργεσιῶν καὶ οἱ λοιποὶ]
[ρῶν]τ[ε]ς̣ τὴν [ε]ὐχαρισ[τ]ία[ν] ζηλῶ[σ]ι[ν — — — — — — — —]
10 τ̣ου[․․․․․․․․․]ου, δι’ ἃ καὶ δεδόχθαι τῆι [βουλῆι καὶ τῶι δή]-
μω[ι· ἐπ]ῃν[ῆ]σθαι μὲν τὸν δῆ̣μον τὸν Πριην[έων ἐπὶ τῆι εὐ]-
νοίαι καὶ φιλαγαθίαι τῆι πρὸς [ἡ]μᾶς καὶ ἐ[πὶ] τῶι ἀ̣[γαθοὺς]
ἄνδρας ἐξαπεσταλκέναι καὶ στεφανῶσαι αὐτὸν χρυ[σῶι]
στεφάνωι· ἐπῃνῆσθαι δὲ κα[ὶ] Ἄλεξιν ἀρετῆς ἕνεκεν καὶ δ[ικαι]-
15 οσύνης καὶ καλεῖσθαι αὐτὸν εἰς [π]ροεδρίαν ἐν τοῖς συντελ[ου]-
μένοις παρ’ ἡμῖν γυμνικοῖς ἀγῶσιν· ὑπ̣άρχειν δὲ αὐτοῖς καὶ σί-
τησιν ἐμ πρυτανείῳ· δεδόσθαι δὲ καὶ πολιτείαν ἐφ’ ἵσῃ καὶ ὁ-
μοίῃ αὐτοῖς καὶ ἐκγόνοις αὐτῶ̣ν· στεφανῶσαι δὲ αὐτὸν καὶ χρ[υ]-
σῶι στεφάνωι· ἀνα[γ]ορευθῆναι δὲ καὶ ἐν τῆι συντελουμένῃ
20 παρ’ ἡμῖν πα̣νηγύρει ἐν τῶι Ὀλω[ΐ]ωι μηνὶ τὰς συγκεχωρημέν[ας]
τιμὰς τῶι τε δή̣μωι τῶι Πριηνείων καὶ Ἀλέξιδι, καὶ ὅπως ἐκφ[α]-
νεστέρα γένηται ἡ̣ Πριηνέων αἵρεσις κα̣ὶ ἡ Ἀ̣λέξιδος δικαιοσύ-
νη· ἐπῃνῆσθαι δὲ̣ [κ]αὶ Λυσίαν καὶ συγ[κ]εχωρῆσθαι α̣ὐτῶι πολ[ι]-
τείαν ἐφ’ ἵσῃ καὶ ὁ[μ]ο[ί]ῃ· ἵνα δὲ πᾶσιν εὔδηλος ᾖ [ἡ] τοῦ δήμου
25 σπουδὴ ἣν ποεῖτα[ι] περὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν κ[αὶ]
ἡ Πριηνέων πρόνοια ἣ̣ν ποιοῦνται οἱ ἐξαποστέλλοντες
πρὸς <τ>οὺ[ς] α̣ἰτοῦντα<ς> τὰ δικ[ασ]τ[ή]ρια τοὺς ἐπιφανεστάτους
τῶν ἀνδρῶν, ἀναγρα<φή>τω δὲ [τ]ὸ ψήφισμα εἰς στήλην λευ-
κοῦ̣ λίθου καὶ ἀνατεθή[τ]ω ἐν τῶι ἱερῶ[ι τ]οῦ Διὸς τοῦ Ὑπάτου·
30 ἑλέσθαι δὲ καὶ πρεσβευτά̣ς, οἱ δὲ α̣ἱρεθέντες ἀφικόμενοι πρὸς
Πριη̣νεῖς τό τε̣ ψήφισμα ἀποδότωσαν [κ]αὶ παρακαλείτωσαν αὐτοὺς
προσδέξ̣ασθα[ί] τε μετ’ εὐ[νο][ας τὰ] ἐ̣ψ[ηφ]ισμένα ὑφ’ ἡμῶν τίμια καὶ πο-
ήσ[α]σθαι αὐτῶν ἀναγόρευ[σι]ν ἐ̣[ν] τοῖς ἀγομένοις παρ’ αὐτοῖς ἀγῶ-
[σ]ιν, διαφυλάσσειν δὲ κα[ὶ εἰς] τὸ λοιπὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ εὔ-
35 νοιαν· προνοῆσαι δὲ καὶ ὅπως ἀναγραφῇ τόδε τὸ ψή[φ]ισμα εἰς στήλη[ν]
λ[ε]υκοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπ[ιφ]ανεστάτω̣ι παρ’ αὐτοῖς τό-
πωι· εἱρέθησαν πρεσβευταὶ Ἀπολλώνιος Ἀθηναγόρου, Ἀθηναγ̣ό-
{γ̣ο}ρ[α]ς {²⁶Ἀθηναγόρας}²⁶ Ἀπολλωνίου.
Search Help
Contact Us