Honorific decree of an unknown city (Eresos?) for Priene, a Prienian judge, and his secretary. Stele, broken at the top and bottom. Aeolic dialect.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 135 BC — GIBM III (1890) 422 — IvPriene (1906) 60 + p. 310 — IG XII Suppl. 141
See also:
| 1 | [— — — — — — — — —]ΑΙΝ̣[․․]Ε[․․․(․․?)]Α[․]․ΜΑ̣[․․․․․․․] |
| [․․․․․․ μετ]ὰ εὐκοσμίας ἀξίως ἀμφοτέραν τᾶν πολίω[ν], | |
| [δέδοχθαι τῷ δ]άμῳ· ἐπαίνεσαι μὲν τὸν δᾶμον τὸν Πριην[έων], | |
| [διότι καὶ νῦ]ν ἀποδειξσάμενος ἄνδρας κάλοις καὶ ἀγ[ά]- | |
| 5 | [θοις ἀπέστελλεν] ἄμμι, καὶ στεφάνωσαι αὖτον στ[εφά]- |
| [νῳ χρυσέῳ· ἐ]παίνεσαι δὲ καὶ τὸν δικάσταν Ζηνόδοτ[ον] | |
| [ἀναστράφεντα] ἀξίως τᾶς ἐγχειρισθείσας αὔτῳ πίστ[ι]- | |
| [ος ἐν ἄπασι] το<ῖ>ς κα̣τὰ τὰν δικαστείαν ὀσίως καὶ δι- | |
| [καίως] κ̣αὶ στ[ε]φάνωσαι αὖτον στεφάνῳ χρυσέῳ· δέδο[σ]- | |
| 10 | [θαι] δὲ Ζηνοδότῳ τῷ Ἀρτέμωνος καὶ πολιτείαν καὶ εἴσ- |
| [π]λουν καὶ ἔκ̣πλουν καὶ ἐμ πολέμῳ καὶ [ἐ]ν εἰ[ρ]ά̣νᾳ ἀσύλει κα[ὶ] | |
| [ἀσ]πόνδει καὶ [ἔ]φοδον ἐπὶ τὰμ βόλλα[ν καὶ τ]ὸν δᾶμον πρώ[τῳ] | |
| μετὰ τὰ ἶρα· ἐπαίνεσαι δὲ καὶ τὸν συν[εξα]ποστάλεντα τῷ [δι]- | |
| κάστᾳ γραμμάτεα Ἀπόλαν ἐπὶ τᾷ κατὰν γραμματείαν φιλ[ο]- | |
| 15 | πονίαι καὶ στεφάνωσαι αὖτον θάλ[λ]ου στεφάνωι· τὰν δ̣[ὲ ἀ]- |
| [ν]αγγελίαν τῶν στεφάνων ποήσασθαι τὸν ἀγωνο[θέταν] | |
| [ἐν] τ̣οῖς πρώτοις Διονυσίοις τῷ ἄγωνι τῶν παίδων· [δέδοσθαι] | |
| [δὲ Ἀ]πόλλᾳ τῷ Ἐπινίκω καὶ πολ<ιτ>είαν· ἀπόδειξαι δὲ κα[ὶ πρεσβεύ]- | |
| [ταν], ὄστις ἀφικόμενος εἰς Πριήνην τό τε ψήφισμα το[ῦτο ἀ]- | |
| 20 | [ποδώ]σει καὶ ἐπέλθων ἐπὶ τοὶς ἄρχοντας καὶ τὸν δᾶμον [παρα]- |
| [καλ]έσει Πριηνέας τάν τε φιλίαν συν[α]ύ̣ξ̣ειν καὶ τὰν ἀναγ̣[γε]- | |
| [λίαν τῶν] προειρ̣[ημένω]ν [σ]τεφ̣[άνων ποήσασθ]α̣ι καὶ πὰρ α̣[ὔ]- | |
| [τοις — — — — — — — — — — — — — — — — — — — — — —] | |