Honorific decree for Apelles. Stele, broken into two pieces; inscribed two times (nos. 19-20).
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 330-300 BC — IvPriene (1906) 4 + p. 308
See also:
1 | [Ἀπέλλι Νικ]οφῶντος |
2 | ἐ̣π̣ὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Διοφάνημ, μη- |
ν̣ὸς Μεταγ̣ειτνιῶνος, ἐν ἀρχαιρεσίαις, κυρίου συλ- | |
λ̣όγου γενομένου, Πριηνέων αὐτονόμων ὄντων· | |
5 | Ἀπολλόδοτος Ἀπολλοδώρου εἶπεν· ἐπειδὴ Ἄπελλις |
Νικοφῶντος γραμματεὺς αἱρεθεὶς ὑπὸ τοῦ δήμου | |
ἔν τε ταῖς δίκαις καὶ ἐν τῆι τῶγ κοινῶγ γραμμάτων | |
πίστει καὶ κυριείαι καὶ ἐν τοῖς ἄλλοις τοῖς κατὰ | |
τὴμ πόλιμ πρασσομένοις ἅπασιν ἴσως καὶ δικαί- | |
10 | ως τὴγ χρείαμ παρέσχηται τῶμ πολιτῶν ἑκάστωι, |
καὶ περὶ τοὺς κοινοὺς τῆς πόλεως ἀγῶνας χρήσι- | |
μος καὶ πρόθυμος ὢν διατετέλεκεμ περὶ πλείστου | |
ποιούμενος τὸ τὰ δίκαια φαίνεσθαι πράττων, | |
νυνὶ δὲ παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐμπεφάνι- | |
15 | κεν, ὅτι τὰ μὲμ̣ πάντα ἔτη πεπρ[α]γμάτευται εἴκοσιν, |
τούτων δὲ δέκα τέτταρα ἔτη τὴν τοῖς στρατηγοῖς | |
γραμματείαν λ̣εληιτούργηκε δωρεὰγ καὶ τ̣οῦ ἀνα- | |
λώματος τοῦ γινομένο̣[υ ἐκ τῶν] νόμων τῶι τῶν νομο- | |
φ̣υ̣λ̣ά̣κ̣ω̣γ κ̣[αὶ τιμού]χωγ γραμματεῖ παραλέλυκε τὸν | |
20 | δῆμογ, καὶ ὅτι ἐν τῶι χρόνωι τούτωι τετράκις ἐστεφ[ά]- |
νωται ὑπὸ τοῦ δή[μ]ου, κα̣ὶ οἴεται δ̣εῖμ παραλυθεὶς τῆς | |
γραμματείας [․․․․]Ι[․․․]ΙΟΓ̣[․] γενέσθαι, ἀγαθῆι | |
τύχηι δεδόχ[θαι τῆι βουλῆι] κ[α]ὶ τῶι δήμωι· παραλελύσ̣- | |
[θ]αί τε Ἄπελ[λιν τῆς γραμματ]ε̣[ίας], κα̣θότι ἠξίωκεν, | |
25 | καὶ ἐπαινέ[σαι αὐτόν, ὅτι γραμματεὺς] γενόμενος |
τῆς γρα[μματείας ἅπαν τὸ ἀνάλωμα ὑπε]σ̣[τ]ήσατο τῶι δήμωι, | |
ὥστε Γ[․․․․․․․ τετράκις στεφαν]ωθῆνα̣ι παρ’ αὐτοῦ | |
[κ]αὶ με[․․․․․․․․․․․․․․․․․․․]․․․α τῶν στεφάνων δια- | |
[τ]ετέλε[κε πράττων· καὶ στεφανῶ]σα̣ι στεφάνωι χρυσέωι | |
30 | [τ]ῶι ἐ[κ] το[ῦ νόμου ἀρετῆς ἕνεκ]α̣ [κ]αὶ δικαιοσύνης, ἣν ἔσ- |
[χε πρὸς τὸν δῆμον τὸμ Πριην]έωγ· καὶ ἀναγγεῖλαι τοῖς | |
[πρ]ώ̣το[ις] Διον[υσ]ίο[ις ἐ]ν τῶι [θε]ά̣τ̣[ρ]ωι τόν τε στέφανογ καὶ | |
τὰς ἄλλας τιμὰ̣[ς] α̣[ἷς τ]ε̣[τ]ί̣[μη]κεν α̣ὐτὸ[ν] ὁ δῆμος· τῆς δὲ | |
ἀναγγελία̣ς ἐ[π]ι̣[μελε]ῖ[σ]θ̣αι τὸ[ν] ἀγωνοθέτην· δεδόσ- | |
35 | [θαι δ]ὲ αὐτῶι κ[αὶ προε]δ[ρ]ί̣αν ἐν τοῖς ἀγῶσι καὶ ἐμ πρυτα- |
[νείωι] καὶ ἐμ Π[α]ν[ιωνί]ωι σίτησιγ καὶ ἀτέλειαν τοῦ | |
[τε] σ̣ώματος καὶ τῶγ κατὰ πόλιν ληιτουργιῶν πα- | |
[σῶν]· τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην | |
[λιθί]νηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὅπως ἂν | |
40 | [καὶ] ὁ δῆμος φαίνηται τοὺς τὰ δίκαια πράττοντας |
[τιμ]ῶγ καὶ οἱ ἀποδεικνύμενοι ἐπὶ τὰ κοινὰ τῆς πόλεως | |
[ἀπὸ] τοῦ δικαίου προιαιρῶνται τὴγ χρείαμ παρέχεσθαι | |
[τ]ῶι δήμωι· τὸ δ’ ἀνάλωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν | |
ἀναγραφὴγ καὶ τὸν στέφανον ὑπηρετῆσαι τὸν ἐπὶ τῆς | |
45 | διοικ[ήσε]ως Πυθότιμον ἔσχατον τῆι διχομηνίαι τοῦ |
μηνὸς τοῦ Μεταγειτνιῶνος κα̣[ὶ ἐ]νεγκεῖν ἐν τῶι λόγωι | |
ὃν ἀποδ[ί]δωσι τοῦ μηνὸς τοῦ Βοηδρομιῶνος τοῦ ἐπὶ | |
Ἱεροκλέους. vacat | |