1st honorary decree [of boule and demos] (of Priene) for
Apellis Nikophontos, grammateus; 332/328 (?) BC; found at Priene:
*IPriene 4, ll. 1-48 and p. 308; Holleaux, BCH 31, 1907, 382;
**Wilhelm, WS 29, 1907, 2 (ll. 21-22, 42); **Graindor, Mus. belge
11, 1907, 126 (l. 26).
| 1 | [Ἀπέλλι Νικ]οφῶντος. |
| ἐ̣π̣ὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Διοφάνημ μη- | |
| [ν]ὸς Μεταγ̣ειτνιῶνος ἐν ἀρχαιρεσίαις, κυρίου συλ- | |
| λ̣όγου γενομένου Πριηνέων αὐτονόμων ὄντων, | |
| 5 | Ἀπολλόδοτος Ἀπολλοδώρου εἶπεν· ἐπειδὴ Ἄπελλις |
| Νικοφῶντος γραμματεὺς αἱρεθεὶς ὑπὸ τοῦ δήμου | |
| ἔν τε ταῖς δίκαις καὶ ἐν τῆι τῶγ κοινῶγ γραμμάτων | |
| πίστει καὶ κυριείαι καὶ ἐν τοῖς ἄλλοις τοῖς κατὰ | |
| τὴμ πόλιμ πρασσομένοις ἅπασιν ἴσως καὶ δικαί- | |
| 10 | ως τὴγ χρείαμ παρέσχηται τῶμ πολιτῶν ἑκάστωι, |
| καὶ περὶ τοὺς κοινοὺς τῆς πόλεως ἀγῶνας χρήσι- | |
| μος καὶ πρόθυμος ὢν διατετέλεκεμ περὶ πλείστου | |
| ποιούμενος τὸ τὰ δίκαια φαίνεσθαι πράττων, | |
| νυνὶ δὲ παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐμπεφάνι- | |
| 15 | κεν, ὅτι τὰ μὲμ̣ πάντα ἔτη πεπρ[α]γμάτευται εἴκοσιν, |
| τούτων δὲ δεκατέτταρα ἔτη τὴν τοῖς στρατηγοῖς | |
| γραμματείαν λ̣εληιτούργηκε δωρεὰγ καὶ τ̣οῦ ἀνα- | |
| λώματος τοῦ γινομένο̣[υ ἐκ τῶν] νόμων τῶι τῶν νομο- | |
| φ̣υ̣λ̣ά̣κ̣ω̣γ κ̣[αὶ τιμού]χωγ γραμματεῖ παραλέλυκε τὸν | |
| 20 | δῆμογ, καὶ ὅτι ἐν τῶι χρόνωι τούτωι τετράκις ἐστεφ[ά]- |
| νωται ὑπὸ τοῦ δή[μ]ου, κα̣ὶ [ἐπιθ]υ[μ]εῖμ παραλυθεὶς τῆς | |
| γραμματείας [φρούραρχ]ο[ς] γενέσθαι· ἀγαθῆι | |
| τύχηι δεδόχ[θαι τῆι βουλῆι] κ[α]ὶ τῶι δήμωι· παραλελύσ̣- | |
| [θ]αί τε Ἄπελ[λιν τῆς γραμματ]ε̣[ίας,] κα̣θότι ἠξίωκεν, | |
| 25 | καὶ ἐπαινε̣ῖ[ν αὐτόν, ὅτι γραμματεὺς] γενόμενος |
| τῆς γρα[μματείας ἅπαν τὸ ἀνάλωμα ὑπε]σ[τ]ήσατο τῶι δήμωι, | |
| ὥστε Γ[․․c.7․․ τετράκις στεφαν]ωθῆνα̣ι παρ’ αὐτοῦ | |
| [κ]αὶ με [—]․․․α τῶν στεφάνων δια- | |
| [τ]ετέλε[κε πράττων, καὶ στεφανῶ]σα̣ι στεφάνωι χρυσέωι | |
| 30 | [τ]ῶι ἐ[κ] το[ῦ νόμου ἀρετῆς ἕνεκ]α̣ [κ]αὶ δικαιοσύνης, ἣν ἔσ- |
| [χε πρὸς τὸν δῆμον τὸμ Πριην]έωγ, καὶ ἀναγγεῖλαι τοῖς | |
| [πρ]ώ̣το[ις] Διον[υσ]ίο[ις ἐ]ν τῶι [θε]ά̣τ̣[ρ]ωι τόν τε στέφανογ καὶ | |
| τὰς ἄλλας τιμὰ̣[ς] α̣[ἷς τ]ε̣[τ]ί[μη]κεν α̣ὐτὸ[ν] ὁ δῆμος· τῆς δὲ | |
| ἀναγγελία̣ς ἐ[π]ι̣[μελε]ῖ[σ]θ̣αι τὸ[ν] ἀγωνοθέτην· δεδόσ- | |
| 35 | [θαι δ]ὲ αὐτῶι κ[αὶ προε]δ[ρ]ί̣αν ἐν τοῖς ἀγῶσι καὶ ἐμ πρυτα- |
| [νείωι] καὶ ἐμ Π[α]ν[ιωνί]ωι σίτησιγ καὶ ἀτέλειαν τοῦ | |
| [τε] σ̣ώματος καὶ τῶγ κατὰ πόλιν ληιτουργιῶν πα- | |
| [σῶν·] τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην | |
| [λιθί]νηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὅπως ἂν | |
| 40 | [καὶ] ὁ δῆμος φαίνηται τοὺς τὰ δίκαια πράττοντας |
| [τιμ]ᾶγ καὶ οἱ ἀποδεικνύμενοι ἐπὶ τὰ κοινὰ τῆς πόλεως | |
| [ἀπὸ] τοῦ δικαίου προιαιρῶνται τήγ χρείαμ παρέχεσθαι | |
| [τ]ῶι δήμωι· τὸ δ’ ἀνάλωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν | |
| ἀναγραφὴγ καὶ τὸν στέφανον ὑπηρετῆσαι τὸν ἐπὶ τῆς | |
| 45 | διοικ[ήσε]ως Πυθότιμον ἔσχατον τῆι διχομηνίαι τοῦ |
| μηνὸς τοῦ Μεταγειτνιῶνος κα̣[ὶ ἐ]νεγκεῖν ἐν τῶι λόγωι | |
| ὃν ἀποδ[ί]δωσι τοῦ μηνὸς τοῦ Βοηδρομιῶνος τοῦ ἐπὶ | |
| Ἱεροκλέους. |