Honorific decree for Apelles. Stele, broken into two pieces; inscribed two times (nos. 19-20).
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 330-300 BC — IvPriene (1906) 4 + p. 308
See also:
| 1 | [Ἀπέλλι Νικ]οφῶντος |
| 2 | ἐ̣π̣ὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Διοφάνημ, μη- |
| ν̣ὸς Μεταγ̣ειτνιῶνος, ἐν ἀρχαιρεσίαις, κυρίου συλ- | |
| λ̣όγου γενομένου, Πριηνέων αὐτονόμων ὄντων· | |
| 5 | Ἀπολλόδοτος Ἀπολλοδώρου εἶπεν· ἐπειδὴ Ἄπελλις |
| Νικοφῶντος γραμματεὺς αἱρεθεὶς ὑπὸ τοῦ δήμου | |
| ἔν τε ταῖς δίκαις καὶ ἐν τῆι τῶγ κοινῶγ γραμμάτων | |
| πίστει καὶ κυριείαι καὶ ἐν τοῖς ἄλλοις τοῖς κατὰ | |
| τὴμ πόλιμ πρασσομένοις ἅπασιν ἴσως καὶ δικαί- | |
| 10 | ως τὴγ χρείαμ παρέσχηται τῶμ πολιτῶν ἑκάστωι, |
| καὶ περὶ τοὺς κοινοὺς τῆς πόλεως ἀγῶνας χρήσι- | |
| μος καὶ πρόθυμος ὢν διατετέλεκεμ περὶ πλείστου | |
| ποιούμενος τὸ τὰ δίκαια φαίνεσθαι πράττων, | |
| νυνὶ δὲ παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐμπεφάνι- | |
| 15 | κεν, ὅτι τὰ μὲμ̣ πάντα ἔτη πεπρ[α]γμάτευται εἴκοσιν, |
| τούτων δὲ δέκα τέτταρα ἔτη τὴν τοῖς στρατηγοῖς | |
| γραμματείαν λ̣εληιτούργηκε δωρεὰγ καὶ τ̣οῦ ἀνα- | |
| λώματος τοῦ γινομένο̣[υ ἐκ τῶν] νόμων τῶι τῶν νομο- | |
| φ̣υ̣λ̣ά̣κ̣ω̣γ κ̣[αὶ τιμού]χωγ γραμματεῖ παραλέλυκε τὸν | |
| 20 | δῆμογ, καὶ ὅτι ἐν τῶι χρόνωι τούτωι τετράκις ἐστεφ[ά]- |
| νωται ὑπὸ τοῦ δή[μ]ου, κα̣ὶ οἴεται δ̣εῖμ παραλυθεὶς τῆς | |
| γραμματείας [․․․․]Ι[․․․]ΙΟΓ̣[․] γενέσθαι, ἀγαθῆι | |
| τύχηι δεδόχ[θαι τῆι βουλῆι] κ[α]ὶ τῶι δήμωι· παραλελύσ̣- | |
| [θ]αί τε Ἄπελ[λιν τῆς γραμματ]ε̣[ίας], κα̣θότι ἠξίωκεν, | |
| 25 | καὶ ἐπαινέ[σαι αὐτόν, ὅτι γραμματεὺς] γενόμενος |
| τῆς γρα[μματείας ἅπαν τὸ ἀνάλωμα ὑπε]σ̣[τ]ήσατο τῶι δήμωι, | |
| ὥστε Γ[․․․․․․․ τετράκις στεφαν]ωθῆνα̣ι παρ’ αὐτοῦ | |
| [κ]αὶ με[․․․․․․․․․․․․․․․․․․․]․․․α τῶν στεφάνων δια- | |
| [τ]ετέλε[κε πράττων· καὶ στεφανῶ]σα̣ι στεφάνωι χρυσέωι | |
| 30 | [τ]ῶι ἐ[κ] το[ῦ νόμου ἀρετῆς ἕνεκ]α̣ [κ]αὶ δικαιοσύνης, ἣν ἔσ- |
| [χε πρὸς τὸν δῆμον τὸμ Πριην]έωγ· καὶ ἀναγγεῖλαι τοῖς | |
| [πρ]ώ̣το[ις] Διον[υσ]ίο[ις ἐ]ν τῶι [θε]ά̣τ̣[ρ]ωι τόν τε στέφανογ καὶ | |
| τὰς ἄλλας τιμὰ̣[ς] α̣[ἷς τ]ε̣[τ]ί̣[μη]κεν α̣ὐτὸ[ν] ὁ δῆμος· τῆς δὲ | |
| ἀναγγελία̣ς ἐ[π]ι̣[μελε]ῖ[σ]θ̣αι τὸ[ν] ἀγωνοθέτην· δεδόσ- | |
| 35 | [θαι δ]ὲ αὐτῶι κ[αὶ προε]δ[ρ]ί̣αν ἐν τοῖς ἀγῶσι καὶ ἐμ πρυτα- |
| [νείωι] καὶ ἐμ Π[α]ν[ιωνί]ωι σίτησιγ καὶ ἀτέλειαν τοῦ | |
| [τε] σ̣ώματος καὶ τῶγ κατὰ πόλιν ληιτουργιῶν πα- | |
| [σῶν]· τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην | |
| [λιθί]νηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὅπως ἂν | |
| 40 | [καὶ] ὁ δῆμος φαίνηται τοὺς τὰ δίκαια πράττοντας |
| [τιμ]ῶγ καὶ οἱ ἀποδεικνύμενοι ἐπὶ τὰ κοινὰ τῆς πόλεως | |
| [ἀπὸ] τοῦ δικαίου προιαιρῶνται τὴγ χρείαμ παρέχεσθαι | |
| [τ]ῶι δήμωι· τὸ δ’ ἀνάλωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν | |
| ἀναγραφὴγ καὶ τὸν στέφανον ὑπηρετῆσαι τὸν ἐπὶ τῆς | |
| 45 | διοικ[ήσε]ως Πυθότιμον ἔσχατον τῆι διχομηνίαι τοῦ |
| μηνὸς τοῦ Μεταγειτνιῶνος κα̣[ὶ ἐ]νεγκεῖν ἐν τῶι λόγωι | |
| ὃν ἀποδ[ί]δωσι τοῦ μηνὸς τοῦ Βοηδρομιῶνος τοῦ ἐπὶ | |
| Ἱεροκλέους. vacat | |