Decree concerning the dispatch of a delegation to the Panathenaic Games in Athens.  Four joining fragments of a stele, broken at the bottom and back.
[ ] Ionia — Priene — sh. bef. 326/5 BC — IvPriene (1906) 5
See also:
1 [․․․․]․Α․Ο[․․․․․․․․․․]Ν̣· ἔ[δοξε τῆι βουλῆι καὶ]
τῶι δήμωι· τῆι Ἀθηνᾶι τῆι Πολιάδι καθ’ ἑ̣[κ]ά̣σ̣τ̣η̣ν̣
πεντετηρίδα τοῖς Παναθηναίοις τοῖς μεγάλοις̣
πομπὴν καὶ πανοπλίαν εἰς Ἀθήνας ἀποστέλλε[ιν]
5 μνημεῖον τῆς ἐξ ἀρχῆς συγγενείας καὶ φιλίας
ἡμῖν ὑπαρχούσης πρὸς αὐτούς· εἶναι δὲ Ἀθη[ναίοις]
ἅπασι καθάπερ καὶ πρότερον ὑπῆ̣ρχεν αὐτοῖς [καὶ]
πολιτείαν ἐμ Πριήνη̣ι καὶ ἰσοτέλ[ε]ιαν καὶ προεδ[ρίαν]
ἐ̣ν τοῖς ἀγῶσι, καὶ εἰσκηρύσσεσθ[αι] α̣ὐτοὺς καθά̣[περ]
10 τοὺς εὐεργέτας· αἱρεῖσθαι δὲ τ̣[ὸν δῆ]μον θεωρ̣ο̣[ὺς]
δύο τοὺς τὰς ἀπαρχὰς ἀπ[ο]ί̣[σοντας καὶ τ]ὰ ἱερ̣ὰ̣
ποιήσοντας τῆι Ἀθηνᾶι τῆι Πολιάδι κα[θ’ ἑκάστην]
πεντετηρίδα· τοὺς δὲ νῦν αἱρεθέντας με[τὰ τῶν]
ἱερῶν καὶ τὸ ψήφισμα φέρειν καὶ ἀποδοῦν[αι τῆι]
15 βουλῆι καὶ τῶι δήμωι τῶι Ἀθηναίων, ἵνα εἰδῶσ[ι τὴν]
τῶν Πριη̣νέων̣ εἰς τὸν δῆμον τὸν τῶν Ἀθηνα̣[ίων]
εὔνοιαν· ἐ̣[πα]γγεῖλαι δὲ τῶι δήμωι τῶι Ἀθηνα[ίων]
καὶ ὑπὲ̣[ρ Δι]φίλου τοῦ ἐς Σάμωι στρατηγοῦ, ὅτ[ι]
ἐσ[τὶν εὔνου]ς περὶ τὸν δῆμον τὸν Πριηνέων καὶ [ἐπι]-
20 [μελεῖται καθὼ]ς προσῆκόν ἐστιν τῶν ἐξ ἀρχῆ[ς συγ]-
[γενῶν καὶ συμμάχων] γεγενημένων παρὰ πάν[τα τὸν]
[χρόνον, ὅπως καὶ εἰς τ]ὸ̣ν̣ ἄλλον χρόνον τοῖς [․․․․․․]
[— — — — — — — — — — — — — — — —] π[ρο․․․․]
Search Help
Contact Us