Decree of boule and demos of Priene giving honors to Athens
and ordaining election of theoroi to go to Panathenaia in Athens;
331/328 BC (?); found at Priene: *IPriene 5 (PH).
1 | [․c.4․]․Α․Ο[—]ν̣· ἔ[δοξε τῆι βουλῆι καὶ] |
τῶι δήμωι· τῆι Ἀθηνᾶι τῆι Πολιάδι καθ’ [ἑκάστην] | |
πεντετηρίδα τοῖς Παναθηναίοις τοῖς μεγάλοις̣ | |
πομπὴν καὶ πανοπλίαν εἰς Ἀθήνας ἀποστέλλε[ιν] | |
5 | μνημεῖον τῆς ἐξ ἀρχῆς συγγενείας καὶ φιλίας |
ἡμῖν ὑπαρχούσης πρὸς αὐτούς· εἶναι δὲ Ἀθη[ναίοις] | |
ἅπασι καθάπερ καὶ πρότερον ὑπῆ̣ρχεν αὐτοῖς [καὶ] | |
πολιτείαν ἐμ Πριήνη̣ι καὶ ἰσοτέλ[ε]ιαν καὶ προεδ[ρίαν] | |
ἐ̣ν τοῖς ἀγῶσι, καὶ εἰσκηρύσσεσθ[αι] α̣ὐτοὺς καθά̣[περ] | |
10 | τοὺς εὐεργέτας· αἱρεῖσθαι δὲ τ̣[ὸν δῆ]μον θεωρ̣ο̣[ὺς] |
δύο τοὺς τὰς ἀπαρχὰς ἀπ[ο]ί̣[σοντας καὶ τ]ὰ ἱερ̣ὰ̣ | |
ποιήσοντας τῆι Ἀθηνᾶι τῆι Πολιάδι κα[θ’ ἑκάστην] | |
πεντετηρίδα, τοὺς δὲ νῦν αἱρεθέντας με[τὰ τῶν] | |
ἱερῶν καὶ τὸ ψήφισμα φέρειν καὶ ἀποδοῦν[αι τῆι] | |
15 | βουλῆι καὶ τῶι δήμωι τῶι Ἀθηναίων, ἵνα εἰδῶσ[ι τὴν] |
τῶν Πριη̣νέων̣ εἰς τὸν δῆμον τὸν τῶν Ἀθηνα̣[ίων] | |
εὔνοιαν· ἐ̣[πα]γγεῖλαι δὲ τῶι δήμωι τῶι Ἀθηνα[ίων] | |
καὶ ὑπὲ̣[ρ Δι]φίλου τοῦ ἐς Σάμωι στρατηγοῦ, ὅτ[ι] | |
ἐσ[τὶν εὔνου]ς περὶ τὸν δῆμον τὸν Πριηνέων καὶ [ἐπι]- | |
20 | [μελεῖται καθὼ]ς προσῆκόν ἐστιν τῶν ἐξ ἀρχῆ[ς συγ]- |
[γενῶν καὶ συμμάχων] γεγενημένων παρὰ πάν[τα τὸν] | |
[χρόνον, ὅπως καὶ εἰς τ]ὸ̣ν̣ ἄλλον χρόνον τοῖς [—] | |
[—] π[ρο—] |