Decree of Priene concerning the establishment of Soteria.  Stele, preserved on the left.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 298 BC — IvPriene (1906) 11 + p. 308
See also:
1 [․․․․․․․․․․․․․․․․․]ντα ταῖ[ς — — — — — — — — — —]
[․․․․․․․․․․․․․․․․․ ἠ]γωνίσατο πρ[οθύμως — — — — —]
[․․․․․․․․․․ ἐπιστ]ά̣μ[ε]νος οὐχ ὁμοίο[υ ὑπάρχοντος τοῦ]
[ἀγῶνος ․․․․․․ αὐ]τῶι τε καὶ τοῖς ἀντιτ[αξαμένοις στρατιώταις],
5 [τούτοις] μὲν ὑ[πὲρ τῆ]ς ὠφελίας ὧν ἔμελ̣[λον νικήσαντες]
[κυριεύ]σειν, αὐ̣[τῶ]ι̣ [δ]ὲ ὑπὲρ τῆς σωτηρ̣[ίας ἁπάντων τῶν πολι]-
[τ]ῶν, [ἧ]ιπερ ἀναγκαῖον ἦν διασώιζει[ν — — — — καὶ τῶν μὲν]
πολιτῶν ἁ[π]άντων ἀνδρῶν ἀγαθ̣ῶ[ν γενομένων καὶ τῆς τῶν προγό]-
<ν>ων δόξ[ης] ἀξίωγ καὶ τῶν τῶι δήμ[ωι πρότερον κατὰ πόλε]-
10 μομ πεπρα̣[γ]μένωγ καὶ κινδυνευ[σάντων ἐνδόξως μετὰ]
[τῆ]ς τῶν θεῶμ προνοίας,   συνέβη τ[ε τὸν τύραννον καὶ τοὺς στρατιώ]-
[τ]α̣ς [ἐκ]πεσεῖν [ἐ]κ τῆς πόλεως, ἰδία̣ι [τε τοῖς πολίταις καὶ κοινῆι]
[τῶι] δήμωι τῶν τε κινδύνωγ καὶ τ[ῶν — — — — — — — — — —]
ΟΥ̣?[․․ ἀπ]η̣λλά̣χθαι καὶ τὴν αὐτονομί[αν καὶ τὴν πάτριον πο]-
15 [λιτείαν π]ᾶσαν ἀνεκτῆσθα[ι, τ]ύ̣[χηι ἀγαθῆι δεδόχθαι τῶι]
δήμωι· ὅπως ἂν το[ῦ] τε γενομένο[υ ἡμῖν ὑπὲρ τῆς αὐτονομίας καὶ]
ἐ̣λ̣ε̣υ̣θερίας ἀγῶνος καὶ τῆς παρατά[ξεως — — — — — — — τῆς]
[θ’ ἡ]μ̣έρ̣ας ὑπάρχηι κατ’ ἐνιαυτὸν ἀεὶ τ[οῖς τε ἐνδημοῦσι τῶμ]
πολιτῶγ καὶ τοῖς παραγινομένοις τ[ῶν ξένων ὑπόμνημα],
20 [καὶ τὴν] πρὸς τοὺς θεοὺς τοὺς σώισαντ[ας ἡμᾶς εὐσέβειαν]
φαινώμεθα διατηροῦντες, τοὺς π[ολίτας τοὺς ἐνδημοῦν]-
[τας] τούς τε ἐλευθέρους πάντας στε[φανηφορεῖν ἑκάστου ἐνι]-
αυτοῦ μηνὸς τοῦ Μεταγειτνιῶν[ος — — — — — — — — — —]
ἐν ἧι ἡμέραι συνέβη τῶι δήμωι γεν[έσθαι τὴν ἀνάκτησιν τῆς]
25 [αὐ]τονομίας· θύειν δὲ ἐν τῆι ἡμέρ[αι ταύτηι τῶν τε πολι]-
[τ][ν] ἕκαστον ἰδίαι καὶ κοινῆι τὸν δ[ῆμον — — — — — —]
το[ὺς —]ωνας τοὺς κατ’ ἐνιαυτὸμ̣ [— — — — κατὰ μῆνα τὸμ]
Μεταγειτνιῶνα τῶι τε Διῒ τῶι Σ[ωτῆρι καὶ τῆι Ἀθηνᾶι τῆι]
Νίκηι καὶ ἄγειν ἑορτὴν Σωτήρ[ια καὶ πανηγυρίζειν — — —]
30 κατὰ φυλὰς ἡμέρας δύο τήν τ[ε — — — — — — — — — —]
[θ]ύειν δὲ καὶ τοὺς ἱερεῖς καὶ τὰ[ς ἱερείας τοῖς τε θεοῖς πᾶσι]
καὶ τοῖς ἥρωσι τοῖς κατέχου[σι τήν τε πόλιγ καὶ τὴγ χώραν τὴμ]
Πριηνέωγ κατὰ τὴν ἀνατ[— — — — — — — — — — τοῖς δὲ μη]-
δὲν τετελεσμένοις γε[νέσθαι — — — — — — — — — — — —]
35 [․․․․․․․․․․] τ̣ιμο̣[υχ— — — — — — — — — — — — — —]
Search Help
Contact Us