Funerary epigram for Polydamantis. Stele base of white marble.
[ ]
Ionia — Miletos — 3rd c. BC — W. Peek, GVI I (1955) 1536 — ZPE 7 (1971) 216, 13
See also:
1 | οἰκτρὰ πατὴρ ἐπὶ σοὶ βάλε δάκρυα, Πουλυδαμαντί, |
ἡνίκα κυανέαν πορ<θ>μίδ’ ἔβης νεκύων· | |
οὐδέ τι πατρὶ φίλωι νεαροὺς ἐπὶ γούνασι παῖδας | |
κηδεμόνας θῆκας γήραος οὐλομένου, | |
5 | ἀλλ’ ἐπὶ πορφυρέη νεφέλη χαρίεντα μέλαθρα, |
Λήθη σὴγ γενεὴν φάρεσιν ἐσκίασε. | |
μητρὶ δὲ γηραιᾶι λίπες ἄλγεα δακρυοέντα | |
ἀνδρί τε· κωκύει δὲ οἶκον ἔρημον ὁρῶν. |