Funerary inscription in elegiacs for Poulydamas; III:
*Peek, GVI I 1536; ZPE 1971, pp. 216-218, no. 13.
1 | οἰκτρὰ πατὴρ ἐπὶ σοὶ βάλε δάκρυα, Πουλυδαμαντί, |
ἡνίκα κυανέαν πορθμίδ’ ἔβης νεκύων· | |
οὐδέ τι πατρὶ φίλωι νεαροὺς ἐπὶ γούνασι παῖδας | |
κηδεμόνας θῆκας γήραος οὐλομένου, | |
5 | ἀλλ’ ἐπὶ πορφυρέῃ νεφέλη χαρίεντα μέλαθρα, |
λήθη σὴγ γενεὴν φάρεσιν ἐσκίασε. | |
μητρὶ δὲ γηραιᾶι λίπες ἄλγεα δακρυόεντα | |
ἀνδρί τε· κωκύει δὲ οἶκον ἔρημον ὁρῶν. |