Epitaph of Flavia Hygia and family members, with a funerary fine.  Large block of gray marble; inscription in a tabula ansata.
[ ] Ionia — Miletos — Kalabaktepe, southwest of — ca. 180-200 AD — MDAI(I) 30 (1980) 95, 3 — SEG 30.1349
See also:
1 τὸ ἡρῷον Φλαβίας Ὑγίας ζῇ καὶ κληρονόμων
αὐτῆς, εἰς ὃ θέσεις Κορβουλῶνι Κατάπλοος καὶ Αἰλια-
νῷ Ἀγαθοκλεῖ καὶ τῇ γυναικὶ αὐτοῦ Αἰλιανῇ Ἡ-
ροῖ καὶ Ἀγαπήματι καὶ Σωτηρίδι ταῖς Διομήδους
5 καὶ Ἀπολλωνίῳ καὶ Ἀπελλᾷ τοῖς Ἡρᾶ καὶ τοῖς ἐξ αὐτῶν
καὶ Ἐπιγόνῃ Ἀρίστωνος καὶ Δυνάμει καὶ Καλλιρόῃ καὶ
Εὐπόρῳ κα<ὶ Ἰ>ουλιανῷ Κορβουλῶνι καὶ Σωστράτῃ· ἑτέ-
ρῳ δὲ οὐδενὶ ἐξέσται ταφῆναι, ἐπὶ ὁ θάψας ἀποδώσει
τῷ κυριακῷ φίσκῳ 𐆖 ͵βφʹ καὶ τῇ ἱερωτάτῃ Μιλησίων βου-
10 λῇ ͵βφʹ καὶ ἔσται τῷ τῆς τυμβωρυχίας ἐνκλήματι ὑ-
πεύθυνος. περὶ τούτων ἔνγραφον ἀπόκειται εἰς
τὸ ἀρχεῖον ἐπὶ στεφανηφόρου Ἰουλίας τῆς Φιλέρω-
τος <μ>ηνὸς Ληναιῶνος κεʹ, ἐπὶ ἀνθυπάτου
Φλ(αβίου) ∙ Σουλπικιανοῦ μη(νὸς) Ληναιῶνος ιʹ.
Search Help
Contact Us