Epitaph of Flavia Hygia and family members, with a funerary fine. Large block of gray marble; inscription in a tabula ansata.
[ ]
Ionia — Miletos — Kalabaktepe, southwest of — ca. 180-200 AD — MDAI(I) 30 (1980) 95, 3 — SEG 30.1349
See also:
| 1 | τὸ ἡρῷον Φλαβίας Ὑγίας ζῇ καὶ κληρονόμων |
| αὐτῆς, εἰς ὃ θέσεις Κορβουλῶνι Κατάπλοος καὶ Αἰλια- | |
| νῷ Ἀγαθοκλεῖ καὶ τῇ γυναικὶ αὐτοῦ Αἰλιανῇ Ἡ- | |
| ροῖ καὶ Ἀγαπήματι καὶ Σωτηρίδι ταῖς Διομήδους | |
| 5 | καὶ Ἀπολλωνίῳ καὶ Ἀπελλᾷ τοῖς Ἡρᾶ καὶ τοῖς ἐξ αὐτῶν |
| καὶ Ἐπιγόνῃ Ἀρίστωνος καὶ Δυνάμει καὶ Καλλιρόῃ καὶ | |
| Εὐπόρῳ κα<ὶ Ἰ>ουλιανῷ Κορβουλῶνι καὶ Σωστράτῃ· ἑτέ- | |
| ρῳ δὲ οὐδενὶ ἐξέσται ταφῆναι, ἐπὶ ὁ θάψας ἀποδώσει | |
| τῷ κυριακῷ φίσκῳ 𐆖 ͵βφʹ καὶ τῇ ἱερωτάτῃ Μιλησίων βου- | |
| 10 | λῇ ͵βφʹ καὶ ἔσται τῷ τῆς τυμβωρυχίας ἐνκλήματι ὑ- |
| πεύθυνος. περὶ τούτων ἔνγραφον ἀπόκειται εἰς | |
| τὸ ἀρχεῖον ἐπὶ στεφανηφόρου Ἰουλίας τῆς Φιλέρω- | |
| τος <μ>ηνὸς Ληναιῶνος κεʹ, ἐπὶ ἀνθυπάτου | |
| Φλ(αβίου) ∙ Σουλπικιανοῦ μη(νὸς) Ληναιῶνος ιʹ. |