Funerary inscription for Flavia Hygia and heirs and
relatives, with penalty for unauthorized burial; AD 175/192:
*MDAI(I) 1980, pp. 95-97, no. 3 (PH); SEG 30, 1349; AnnEpig 1981,
762.
| 1 | τὸ ἡρῷον Φλαβίας Ὑγίας ζῆ καὶ κληρονόμων |
| αὐτῆς, εἰς ὃ θέσεις Κορβουλῶνι Κατάπλοος καὶ Αἰλια- | |
| νῷ Ἀγαθοκλεῖ καὶ τῇ γυναικὶ αὐτοῦ Αἰλιανῇ Ἡ- | |
| ροῖ καὶ Ἀγαπήματι καὶ Σωτηρίδι ταῖς Διομήδους | |
| 5 | καὶ Ἀπολλωνίῳ καὶ Ἀπελλᾷ τοῖς Ἡρᾶ καὶ τοῖς ἐξ αὐτῶν |
| καὶ Ἐπιγόνῃ Ἀρίστωνος καὶ Δυνάμει καὶ Καλλιρόῃ καὶ | |
| Εὐπόρῳ κα<ὶ Ἰ>ουλιανῷ Κορβουλῶνι καὶ Σωστράτῃ· ἑτέ- | |
| ρῳ δὲ οὐδενὶ ἐξέσται ταφῆναι, ἐπὶ ὁ θάψας ἀποδώσει | |
| τῷ κυριακῷ φίσκῳ 𐆖(δηνάρια) βφʹ καὶ τῇ ἱερωτάτῃ Μιλησίων βου- | |
| 10 | λῇ βφʹ καὶ ἔσται τῷ τῆς τυμβωρυχίας ἐνκλήματι ὑ- |
| πεύθυνος. περὶ τούτων ἔνγραφον ἀπόκειται εἰς | |
| τὸ ἀρχεῖον ἐπὶ στεφανηφόρου Ἰουλίας τῆς Φιλέρω- | |
| τος <μ>ηνὸς Ληναιῶνος κεʹ, ἐπὶ ἀνθυπάτου | |
| Φλ(αβίου) Σουλπικιανοῦ μη(νὸς) Ληναιῶνος ιʹ. |